Skip to content

Parallel

Esther (Greek) 5

Swete's Septuagint · Berean Standard Bible

5:3
καὶ εἶπεν ὁ βασιλεὺς Τί θέλεις, Ἐσθήρ; καὶ τί σού ἐστιν τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι.
5:4
εἶπεν δὲ Ἐσθήρ Ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὗν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Ἀμὰν εἰς τὴν δοχὴν ἣν ποιήσω σήμερον.
5:5
καὶ εἶπεν ὁ βασιλεύς Κατασπεύσατε Ἀμὰν ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθῆρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχὴν ἣν εἶπεν Ἐσθῆρ.
5:6
ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ Τί ἐστιν, βασίλισσα Ἐσθήρ; καὶ ἔσται ὅσα ἀξιοῖς.
5:7
καὶ εἶπεν Γὸ αἴτημά μου καὶ τὸ ἀξίωμα·
5:8
εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Ἀμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχὴν ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.
5:9
Καὶ ἐξῆλθεν ὁ Ἀμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Ἀμὰν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῆ αὐλῇ ἐθυμώθη σφόδρα.
καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ,
καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας.
καὶ εἶπεν Ἀμάν Οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ᾿ ἢ ἐμέκαὶ εἰς τὴν αὔριον κέκλημαι.
καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ.
καὶ εἶπεν πρὸς αὐτὸν Ζωσάρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι Κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου. καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Ἀμάν, καὶ ἡτοιμάσθη τὸ ξύλον.