Skip to content

Parallel

Esther (Greek) 4

Swete's Septuagint · Berean Standard Bible

4:1
Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδόν, καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ Αἴρεται ἔθνος μηδὲν ἠδικηκός.
4:2
καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη· οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν.
4:3
καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.
4:4
καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ· καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός, καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη.
4:5
ἡ δὲ Ἐσὴρ προσεκαλέσατο Ἁχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παριστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές.
4:7
ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἁμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν μυρίων ταλάντων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους.
4:8
καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπέρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἁμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου.
4:9
εἰσελθὼν δὲ ὁ Ἁχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους.
εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἁχραθαῖον Πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν
ὅτι Τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει, ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα.
καὶ ἀπήγγειλεν Ἁχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ.
καὶ εἶπεν Μαρδοχαῖος πρὸς Ἁχραθαῖον Πορεύθητι καὶ εἰπὸν αὐτῇ Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους·
ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε. καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;
καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα
Βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοί, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν· κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με ᾖ.
Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθῆρ·