Parallel
Daniel (Theodotion) 11
Swete's Septuagint · Berean Standard Bible
Καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι· ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.
—
καὶ ἀναστήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυρίας πολλῆς, καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ.
—
καὶ ὡς ἂν στῆ, ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρες ἀνέμους τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδέ κατὰ τὴν κυρείαν αὐτοῦ ἣν ἐκυρίευσεν· ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέροις ἐκτὸς τούτων.
—
καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτῶν ἐνισχύσει ἐπʼ αὐτῶν καὶ κυριεύσει κυρίαν πολλήν.
—
καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετʼ αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὕτη καὶ οἱ φέροντες αὐτήν, καὶ ἡ νεᾶνις καὶ ὁ κατισ χύων αὐτὴν ἐν τοῖς καιροῖς.
—
καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ, καὶ ἥξει πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ, καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει.
—
καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἲγυπτον· καὶ αὐτὸς στήσεται ὑπέρ βασιλέα τοῦ βορρᾶ.
—
καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον ἀνὰ μέσον πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων, καὶ παρελεύσεται καὶ καθίεται καὶ συνπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.
—
καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου, καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βορρᾶ, καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ·
—
καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐ κατισχύσει.
—
καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπἐρ τὸν πρότερον, καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ.
—
καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου, καὶ οἱ υἱοὶ τῶν λοιπῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὄρασιν, καὶ ἀσθενήσουσιν.
—
καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ, καὶ ἐκχεεῖ πρόσχωμα καὶ συνλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῖ βασιλέως τοῦ νότου στήσονται, καὶ ἀναστήσονται καὶ οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι.
—
καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν τῇ γῇ τοῦ σαβείρ, καὶ τελεσθήσεται ἐν τῆ χειρὶ αὐτοῦ.
—
καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ, καὶ εὐθεῖα πάντα μετ᾿ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ, καὶ οὐκ αὐτῷ ἔσται
—
καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλάς, καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν· πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ.
—
καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ, καὶ ἀσθενήσει καὶ πεσεῖται, καὶ οὐχ εὑεθήσεται.
—
καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν τῆς βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων, πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται, καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ.
—
στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπʼ αὐτὸν δόξαν βασιλείας· καὶ ἤξει ἐν εὐθηνίᾳ, καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν.
—
καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης·
—
καὶ ἀπὸ τῶν συναναμίξεων πρὸς αὐτὸν ποιήσει δόλον, καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοὺς ἐν ὀλίγῳ ἔθνει.
—
καὶ ἐν εὺθηνίᾳ καὶ ἐν πίοσι χώραις ἥξει, καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ, καὶ ἐπʼ Αἴγυπτον λογιεῖται λογισμοὺς καὶ ἕως καιροῦ.
—
καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρῷ σφόδρα· καὶ οὐ στήσονται, ὅτι λογιοῦνται ἐπʼ αὐτὸν λογισμούς.
—
καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί
—
καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν, καὶ οὐ κατευθυνεῖ. ὅτι ἔτι πέρας εἰς καιρόν.
—
καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
—
καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται, καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιποντας διαθήκην ἁγίαν.
—
καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμόν, καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον.
—
καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν· καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν,
—
καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.
—
καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθῇσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν.
—
καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.
—
καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεόν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται.
—
καὶ ἐπὶ παντὸς θεοῦ τῶν πατέρων αὐτοῦ οὐ συνήσει, καὶ ἐπιθυμίᾳ γυναικῶν, καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει· ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται.
—
καὶ θεὸν μαωζεὶν ἐπὶ τόπου αὐτοῦ δοξάσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν.
—
καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, καὶ πληθυνεῖ δόξαν, καὶ ὑπὸτάξει αὐτοῖς πολλούς, καὶ γῆν διελεῖ ἐν δώροις.
—
καὶ ἐν καιροῦ πέρατι συνκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπʼ αὐτὸν ὁ βασιλεὺς ὁ τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς, καὶ εἰσελεύσονται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.
—
καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβαείν, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών.
—
καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων, ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.
—
καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι πολλούς·
—
καὶ πήξει τὴν σκηνὴν αὐτοῦ Ἐφαδανὼ ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβαεὶν ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.
—