Parallel
Daniel (Theodotion) 10
Swete's Septuagint · Berean Standard Bible
Ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτασάρ· καὶ ἀληθινὸς ὁ λόγος, καὶ δὺναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ.
—
ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στομα μου, καὶ ἄλιμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.
—
ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστιν Τίγρις Ἐδδέκελ.
—
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ εἶς ἐνδεδυμένος βαδδείν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ,
—
καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσείς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλ κοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.
—
καὶ ἴδον ἐγὼ Δανιὴλ μονος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ᾿ ἐμοῦ οὐκ ἴδον τὴν ὀπτασίαν, ἀλλʼ ἡ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπʼ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. 8 καὶ ἐγὼ μόνος ὑπελείφθην καὶ ἴδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος.
—
καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.
—
καὶ εἶπεν πρὸς μέ Δανιὴλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις οἶς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς μέ τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος.
—
καὶ εἶπεν πρὸς μέ Μὴ φοβοῦ, Δανιὴλ· ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου, ἡκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἠλθον ἐν τοῖς λόγοις σου.
—
καὶ ὁ ἄρχων βασιλείας Περσῶν ἱστήκει ἐξ ἐναντίας μου εἵκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μειχαὴλ εἰς τῶν ἀρχόντων ἦλθεν βοηθῆσαί μοι, καὶ αὐτὸν κάτελειπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας ΙΙερσῶν.
—
καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας.
—
καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.
—
καὶ ἰδου ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν.
—
καὶ πῶς δυνήσεται ὁ παῖς σου, κύριε, λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐχ ὑπελείφθη ἐν ἐμοί
—
καὶ εἶπέν μοι Μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ ἴσχυσα, καὶ εἶπα Λαλείτω ὁ κύριός μου, ὅτι ἐνίσχυσάς με.
—
καὶ εἶπεν Εἰ οἶδας ἴνα τί ἥλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ εἰσεπορευόμην, καὶ ἄρχων τῶν Ἑλληνων ἤρχετο.
—
ἀλλʼ ἤ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἰς ἀντεχόμενος μετʼ ἐμοῦ περὶ τούτων ἀλλ᾿ ἡ Μειχαὴλ ὁ ἄρχων ὑμῶν.
—