Parallel
4 Maccabees 8
Swete's Septuagint · Berean Standard Bible
Ἐπειδὴ γὰρ κατὰ τὴν πράτην πεῖραν ἐνικήθη περιφανὴς ὁ τύραννος, μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιεροφαγῆσαι,
—
τότε δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς ἡλικίας τῶν Ἐβραίων ἀγαγεῖν· καὶ εἰ μὲν μιεροφαγήσαιεν, ἀπολύειν φαγόντας· εἰ δὲ ἀντιλέγοιεν, πικρότερον βασανίζειν.
—
ταῦτα διαταξαμένου τοῦ τυράννου, παρῆσαν ἀγόμενοι μετὰ γεραις μητρὸς ἑπτὰ ἀδελφοί, καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαρίεντες.
—
οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ περιέχοντας μέσην τὴν μητέρα, ἴσθετο ἐπʼ αὐτοὶς, καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενίας, προσεμειδίασεν αὐτοῖς, καὶ πλησίον καλέσας ἔφη
—
Ὠ υεανίαι, φιλοφρόναως ἐγὼ καθʼ ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος· καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν, οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν ²αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν,
—
ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μοι τῆς ἐμῆς ἀπολαῦσαι φιλίας· δυναίμην γὰρ ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμσιν, οὕτως καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι.
—
πιστεύσατε οὖν, καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάταων ἡγεμονικὰς λήμψεσθε, ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτίας θεσμόν·
—
ἐπεὶ ἐὰν ἀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ὑμῶν, ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι.
—
κατελεήσατε οὗν ἑαυτούς, οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτείρομαι.
—
οὐ διαλογιεῖσθε τοῦτο, ὅτι οὐδέν ὑμῖν ἀπειθήσασιν πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται;
—
ταῦτα δὲ λέγων, ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθῆναι τὰ βα. σανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιεροφαγῆσαι.
—
ὡς δὲ τροχούς τε καὶ ἀρθρενβόλους στρεβλωτήριά τε καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας, καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν, ὑπολαβὼν δὲ ὁ τύραννος ἔφη
—
Οί δὲ ἀκούσαντες ἐπαγαωγὰ καὶ ἀρῶντες δεινα, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τῷ τυράννῳ, καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαυ.
—
καίτοι λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις ; οὐχὶ τούτοις;
—
Ὦ τάλανες ἡμεῖς, καὶ λίαν ἀνόητοι· βασιλέως ἡμάς παρακαλοῦντος καὶ ἐπὶ εὺεργεσίᾳ φωυοῦυτος, μὴ πεισθείημεν αὐτῷ;
—
οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλάς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονίαν
—
π όθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκεν φιλονεικία, καὶ ἡ θαυατηφόρος ἀρέσκει καρτερίν, παρὸν μετὰ ἀταραξίας ζῇν τῷ βασιλεῖ πεισθέντας;
—
ὥσητε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιεροφαγῆσαι, πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς, εἶπον
—