Skip to content

Parallel

3 Maccabees 6

Swete's Septuagint · Berean Standard Bible

6:1
Ἐλεάζαρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας Ἰουδαίων ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημίνος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον θεόν, καὶ προσηύξατο τάδε
6:2
Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ θεέ, τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν,
6:3
ἔπιδε ἐπὶ Ἀβραὰμ σπέρμα, ἐφʼ ἡγιασμένου τέκνα Ἰακώβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον.
6:4
πάτερ, σὺ Φαραὼ πληθύνοντα ἅρμασιν τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορήμονι σὺν τῇ ὑπερηφάνῳ στρατίᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει.
6:5
σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηρεὶμ βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει, σύ, δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοῖς τὸ σὸν κράτος.
6:6
σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον, ἐρρύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.
6:7
σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ·
6:8
τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀναδείξας, πάτερ.
6:9
καὶ νῦν, μισούβρι, πολυέλεε, τῶν ὅλων δικαστά, τάχος ἐπιφάνηθι τοῖς ἁγίοις Ἰσραὴλ γένους, ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις.
εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.
μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρύσατο αὐτούς.
σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθʼ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ.
πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμεις ἔχων ἐπὶ σωτηρίαν Ἰακὼβ γένους.
ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.
δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθʼ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν· ἀλλὰ καθὼς εἶπας Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε.
Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν.
καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτοὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.
τότε ὁ μεγαλόδοξος καὶ παντοκράτωρ καὶ ἀληθινὸς θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξεν τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσιν πλὴν τοῖς Ἰουδαίοις,
καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις.
καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβεν.
καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις, καὶ κατεπάτουν αὐτοὺς καὶ ὠλέθρευον.
Καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων.
ἀκούσας γὰρ τῆς κραυγῆς, καὶ συνιδὼν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετ᾿ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο, λέγων
Παραβασιλεύετε, καὶ τυράννους ὑπερβεβηκότες ὠμότητι· καὶ ἐμέ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾷν, λάθρα μηχανώμενοι τὰ μὴ συμφέροντα τῇ βασιλείᾳ.
τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα τῆς οἰκίας ἀποστήσας, ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε;
τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν, καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδιγμένους κινδύνους, οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις;
λύσατε, ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ᾿ εἰρήνης ἐξαποστείλατε, τὰ προστεταγμένα παραιτησάμενοι.
ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου θεοῦ ζῶντος, ὃς ἀφʼ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον εὐστάθειαν μετὰ δόξης προφέρει τοῖς ἡμετέροις πράγμασιν.
ὁ μἐν οὖν ταῦτα ἐξέλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες, τὸν ἅγιον σωτῆρα θεὸν αὐτῶν ηὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφυγότες.
Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος, ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς Ἰουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτά, κρίνας αὐτούς, ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἀγαγεῖν.
τότε οἱ τὸ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ἄδου, μᾶλλον δὲ ἐπʼ αὐτῷ βεβηκότες, ἀντὶ πικροῦ καὶ δυσατάκτου μόρου κώθωνα σωτήριον συστησάμενοι, τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίας κατεμερίσαντο πλήρεις χαρμονῆς.
καταλήξαντες δέ θρήνων πανόδυρτον μέλος, ἀνέλαβον ᾠδὴν πάτριον, τὸν Ἰσραὴλ σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες θεόν· οἰμωγὴν δὲ πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι, χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον.
ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συνάγων, ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλομερῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῶν σωτηρίᾳ.
οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι καὶ μετὰ χαρᾶς ἀπογραψάμενοι, κατεστέναξαν αἰσχύνην ἐφʼ ἑαυτοῖς περιβαλόμενοι, καὶ πυρόπνουν τόλμαν ἀκμαίως ἐσβεσμένοι.
οἴ τε Ἰουδαῖοι, καθὼς προειρήκαμεν, συστησάμενοι τὸν προειρημένον χορόν, μετ᾿ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον.
καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν, ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεάς, τὰς προειρημένας ἡμέρας ἅγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ θεὸν γενομένης αὐτοῖς.
ἐνέτυχον δὲ τῷ βασιλεῖ, τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι.
Ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχὼν ἕως τῆς τετάρτης τοῦ Ἐπιφί, ἐπὶ ἡμέρας τεσσαράκοντα· συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Ἐπιφὶ ἕως ἑβδόμης, ἡμέραις τρισίν.
ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν πάντων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν.
Εὐωχοῦντο δὲ πάνθʼ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ἧ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν.
συναινέσας δὲ αὐτοῖς ὁ βασιλεὺς ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν