Parallel
3 Maccabees 5
Swete's Septuagint · Berean Standard Bible
Τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ, βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος,
—
ἐκέλευσεν ὑπὸ τὴν ἐρχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι, ὄντας τὸν ἀριθμὸν πεντακοσίους· καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ἰουδαίων.
—
ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν, συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ἰουδαίους.
—
οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας, τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον, δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας.
—
οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ἰουδαῖοι, διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην,
—
τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο, δεόμενοι
—
τὴν κατ᾿ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν, καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου.
—
ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους, ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ.
—
τὸ δὲ ἀπʼ αἰῶνος κτίσμα χρόνου καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσει, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα·
—
καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου, τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος.
—
οἵ τε Ἰουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες, τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν· καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις.
—
μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδόν, ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος, ἀθρόους τοὺς κλητοὺς ἰδών, ἔνυξεν προσελθὼν τὸν βασιλέα.
—
καὶ μόλις διεγείρας, ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα, τὸν περὶ τούτων λόγον ποιούμενος.
—
ὃν ὁ βασιλεὺς λογισάμενος, καὶ τραπεὶς εἰς τὸν πότον, ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ.
—
οὗ καὶ γενομένου, παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτούς, τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος.
—
ἐπὶ πλεῖον δὲ προσκοπτούσης τῆς ὁμιλίας, τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεύς, μετὰ πικρίας ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας ἰάθησαν οἱ Ἰουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες.
—
τοῦ δὲ ὑποδείξαντος ὅτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἠγιοχέναι, καὶ τῶν φίλων αὐτῶν προσμαρτυρησάντων·
—
τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τὸ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερθέτως δὲ εἰς τὴν ὑποστέλλουσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ἰουδαίων ἀφανισμόν.
—
εἰπόντος δὲ τοῦ βασιλέως, ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες, εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν.
—
καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς.
—
Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει.
—
τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν, προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς.
—
οἱ δὲ Ἰουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον, πολύδακρυν ἱκετίαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως.
—
οὔπω δὲ ἡλίου βολαὶ κατεπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου, ὁ Ἑρμων παραστὰς ἐπικαλεῖ πρὸς τὴν ἔξοδον, ὑποδεικνὺς τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι.
—
τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ ἀνόμῳ ἐξόδῳ, κατὰ πάντα ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, ὅτι τὸ διασαφούμενον ἔτι αὐτῷ μετὰ σπουδῆς τετέλεσται.
—
τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ, τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος.
—
ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις Ἡτοίμασται, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν.
—
ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ, διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ νόημα, ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν
—
Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασαν δαψιλῆ θοίναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδιγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ἰουδαίων.
—
οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλήν· καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη.
—
ὁ καθʼ εἷς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων, τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν.
—
οἵ τε Ἰουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες, τὸν ἐπιφανῆ θεὸν Κύριον, βασιλέα τῶν βασιλευόντων, ᾔνουν, καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες.
—
Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον, εἰς εὐφροσύνην τραπῆναι παρεκάλει.
—
τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν σοι προστάττειν, ἀθλιώτατε;
—
Βασιλεῦ, μέχρι τίνος ὣς ἡμᾶς διαπειράζεις, προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι, καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;
—
ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ· καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι.
—
Ὅθευ ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐνπληθυνθεὶς ἀλογιστίας, καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ἰουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρʼ οὐδὲν ἡγούμενος, ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους,
—
ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἰσόπεδον πυρὶ καὶ δόρατι στήσεσθαι διὰ τάχους, καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρή σα ν τα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίαν εἰς τὸν ἅπαντα χρόνον καταστήσειν.
—
τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως, διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν.
—
ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδόν, ὡς εἶπεν, εἰς κατάστεμα μανιῶδες ἀγιοχὼς εὐωδεστάτοις πόμασιν οἴνῳ λελιβανωμένῳ, φοβερῶς κεκοσμημένα κατασκευαῖς,
—
περὶ τὴν ἕω, τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης, εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα.
—
ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα, παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε, βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν.
—
ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων ἐπὶ πύλην, καὶ τῆς ἑπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορίας κονιορτὸν ἰδόντες, καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ἰουδαῖοι,
—
ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας, εἰς οἶκτον καὶ γόους τραπέντες, κατεφίλουν ἀλλήλους, περιπλεκόμενοι τοῖς συγγενέσιν, ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶν καὶ μητέρες νεάνισιν· ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα.
—
οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες, πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτούς, καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν,
—
ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα, τὸν τῆς ἁπάσης δυνάστην ἱκετεύοντες, οἰκτεῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας.
—