Parallel
2 Maccabees 9
Swete's Septuagint · Berean Standard Bible
Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων.
—
εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν, καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων, ἐπὶ τὴν τῶν ὅπλων βαήθειαν ἐτράπησαν· καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι.
—
ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ἰουδαίους ἐναπερείσασθαι· διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα καταλύειν τὴν πορίαν, τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηφάνως εἶπεν Πολυάνδροιν Ἰουδαίων Ἰεροσόλυμα ποιήσω, παραγενόμενος ἐκεῖ.
—
ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον, ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι,
—
ὁ δʼ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο, πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ἰουδαίους, καὶ κελεύων ἐποξύνειν τὴν πορίαν· συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἄρματος φερομένου ῥοιζῳ, καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι
—
ὁ δʼ ἀντιδοκῶν τοῖς τῆς θαλάσσης κύμασιν διὰ τὴν ὑπέρ ἀνθρώπων ὑπερηφανίαν, καὶ πλάστιγγι τῶν ὀρέων οἰόμενος ὕψη στήσειν, κατὰ γῆν γενόμενος ἐν φορίῳ παρεκομίζετο, φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος·
—
ὥἐστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν.
—
καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἄπτεσθαι δοκοῦντα, παρακομίζειν οὐδεὶς ἐδύνατο, διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος.
—
ἐνταῦθα οὗν ἤρξατο τὸ πολὺ τῆς ὑπερηφανίας λήγειν τεθραυσμένος, καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θείᾳ μάστιγι, κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσιν.
—
καὶ μηδέ τῆς ὀσμῆς αὐτοῦ ἀνέχεσθαι δυνάμενος, ταῦτʼ ἔφη Δίκαιον ὑποτάσσεσθαι τῷ θεῷ, καὶ μὴ θνητὸν ὄντα ὑπερήφανα φρονεῖν.
—
τὴν μέν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι
—
τοὺς δὲ Ἰουδαίους, ὡς διεγνώκει μηδέ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους σὺν τοῖς νηπίοις ἐκτρίψαι θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν·
—
ὂν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν, καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν·
—
πρὸς δὲ τούτοις καὶ Ἰουδαῖος ἔσεσθαι, καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος.
—
οὺδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπʼ αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατʼ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ἰουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἔχουσαν ἱκετηρίας τάξιν, περιέχουσαν δὲ οὕτως
—
Τοῖς χρηστοῖς Ἰουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς Ἀντίοχος καὶ στρατηγός·
—
ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως ἐπαναγαγὼν ἐκ τῶν κατὰ τὴν Περσίδα τόπαων, καὶ περιπεσὼν ἀσθενείᾳ δυσχερίαν ἐχούσῃ, ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ὑμῶν ἀσφαλείας·
—
θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθʼ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον,
—
ὅπως ἐάν τι παράδοξον ἀποβαίη καὶ προσαπέλθῃ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾦ καταλέλειπται τὰ πράγματα, μὴ ἐπιταράσσωνται·
—
πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῆς βασιλείας τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα.
—
παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ, μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατʼ ἰδίαν, ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμέ καὶ τὸν υἱόν·
—
πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως συωσταθένται τῇ ἐμῇ προαιρέσει συνπεριενεχθήσεσθαι ὑμῖν.
—
Ὁ μέν οὗν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν τὸν βίον,
—
παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος αὐτοῦ· ὃς καὶ εὐλαβηθεὶς τὸν υἱὸν Ἀντιόχου πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη.
—