Skip to content

Parallel

2 Maccabees 10

Swete's Septuagint · Berean Standard Bible

Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ κυρίου προάγοντος αὐτούς, τὸ μέν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν·
τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη, καθεῖλαν.
καὶ τὸν νεὼ καθαρίσαντες, ἕτερον θυσιαστήριον ἐποίησαν· καὶ πυρώσαντες λίθους, καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους, καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο.
ταῦτα δὲ ποιήσαντες, ἡξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν, μηκέτι παραπεσεῖν τοιούτοις κακοῖς, ἀλλʼ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπʼ αὐτοῦ μετὰ ἐπιεικείας, μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι
ἐν ἧ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ οὐτοῦ μηνός, τοῦ Χασελεύ.
καὶ μετʼ εὐφροσύνης ἦγον ἡμέρας ὁκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἧσαν νεμόμενοι.
διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δε καὶ φοίνιας ἔχοντες, ηὐχαρίστουν τῷ εὐοδώσαντι καθαρίσαι τὸν ἑαυτοῦ τόπον.
ἐδογμάτισάν τε μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ἰουδαίων ἔθνει κατʼ ἐνιαυτὸν ἅγειν τὰς δεκάτας ἡμέρας.
Καὶτὰ μέν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχεν.
νυνὶ δὲ τὰ κατὰ τὸν ὕπατον Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτά, συντέμνοντες τὰ συνέχοντα τῶν πόλεων κακά.
οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν, ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον.
Πτολεμαῖιος γὰρ ὁ καλούμενος Μάκρων, τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ἰουδαίους διὰ τὴν γεγονυῖαν πρὸς αὐτοὺς ἀδικίαν, ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν.
ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα, καὶ προδότης παρʼ ἕκαστα ἀκούων, διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι, μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενναίσας, φαρμακεύσας ἑαυτὸν ἐξέλειπεν τὸν βίον.
Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων, ἐξενοτρόφει, καὶ παρʼ ἕκαστα πρὸς τοὺς ἰδίους ἐπολεμοτρόφει.
ὁμοῦ δὲ τούτων καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὁχυρωμάτων ὄντες, ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ἰεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν.
οἱ δὲ περὶ τὸν Μακκαβαῖον, ποιησάμενοι λιτανίαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν Ἰδουμαίων ἀχυρώματα ὥρμησαν·
οἷς καὶ προσβαλόντες εὐρώστως, ἐνκρατεῖς ἐγένοντο τῶν τόπων, πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἡμύναντο, κατέσφαζόν τε τοὺς ἐνπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων.
συνφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐννακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὗ μάλα, καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας,
ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους, ἀπολείπων Σίμωνα καὶ Ἰώσηπον, ἔτι δὲ Ζακχαῖονμ καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη.
οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες, εἴασάν τινας διαρρυῆναι.
προσαγγέλλοντες δὲ τῷ Μακκαβαίαῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ, κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφούς, τοὺς πολεμίους κατʼ αὐτῶν ἀπολύσαντες.
τούτους μέν οὖν προδότας γενομένους ἀπέκτεινεν, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο.
τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος, ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασινμ πλείους τῶν δισμυρίων.
Τιμόθεος δὲ ὁ πρῶτον ἡττηθεὶς ὑπὸ τῶν Ἰουδαίων, συναγαγὼν ξένας δυνάμεις πανπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ἰουδαίαν.
οἱ δὲ περὶ τὸν Μακκαβαῖον, συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκεσίαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες,
ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς καὶ ὁ νόμος διασαφεῖ
γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα, προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις, ἐφʼ ἑαυτῶν ἦσαν.
ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης, προσέβαλλον ἑκάτεροι· οἱ μέν οὖν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν.
γινομένης δέ καρτεράς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφʼ ἵππων χρυσοχαλίνων πέντε ἄνδρες διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ἰουδαίων οἱ δύο
καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες, καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις, ἄτρωτον διεφύλασσον· εἰς δὲ τοὺς ἐναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερίπτουν· διὸ συγχυθέντες ἀορασία, διεκόπτοντο ταραχῆς πεπληρωμένοι.
κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δέ ἑξακόσιοι.
Αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὁχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου.
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἀσμένως περιεκάθισαν τὸ φρούριον ἡμέρας τεσσεράκοντα.
οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τοπου πεποιθότες, ὑπεράγαν ἐβλασφήμουν, καὶ λόγους ἀθεμίτους προιέντες.
ὑποφαινούσης δέ τῆς πέμπτης ἡμέρας καὶ εἰκοστῆς, νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει, ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον.
ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους, καὶ πυρὰς ἀνάπτοντες, ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν,
καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην.
ταῦτα δὲ διαπραξάμενοι, μεθʼ ὕμνων καὶ ἐξομολογήσεως εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ἰσραὴλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.