Skip to content

Parallel

2 Maccabees 5

Swete's Septuagint · Berean Standard Bible

5:1
Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἄφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο.
5:2
συνέβη δὲ καθʼ ὅλην τὴν πόλιν σχεδὸν ἐφʼ ἡμέρας τεσσεράκοντα φαίνεσθαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας, καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους,
5:3
καὶ μαχαιρῶν σπασμούς, καὶ εἴλας ἵππων διατεταγμένας, καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέραων, καὶ ἀσπίδων κινήσεις, καὶ καμάτων πλήθη, καὶ βελῶν βολάς, καὶ χρυσέων κόσμων ἐκλάμψεις, καὶ παντοίους θωρακισμούς.
5:4
διὸ πάντες ἠξίουν ἐπʼ ἀγαθῷ τὴν ἐπιφανίαν γεγενῆσθαι.
5:5
Γενομένης δὲ λάλας ψευδοῦς, ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον, παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων, ἐφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων, καὶ τέλος ἤδη κταταλαμβανομένης τῆς πόλεως, ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευκεν.
5:6
ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῆς πόλεως τῶν ἰδίων ἀφειδῶς, οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι.
5:7
τῆς μέν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δέ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβών, φυγὰς πάλιν εἰς τὴν Ἀμμανῖτιν παρῆλθεν.
5:8
πέρας οὖν κακῆς καταστροφῆς ἔτυχεν, ἐγκλεισθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον, πόλιν ἐκ πόλεως φεύγων, διωκόμενος ὑπὸ πάντων, στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος, εἰς Αἴγυπτον ἐξεβράσθη.
5:9
ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο, πρὸς Λακεδαιμονίους ἀναχθείς, ὡς διὰ τὴν συγγενίαν τευξόμενος σκέπης·
καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη, καὶ κηδίας οὐδ’ ἥστινος οὔτε πατρῴου νόμου μετέσχεν.
Προσπεσόντων δέ τῷ βασιλεῖ περὶ τῶν γεγονότων, διέλαβεν ἀποστάτιν τὴν Ἰουδαίαν· ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ, ἔλαβεν τὴν μέν πόλιν δοριάλωτον.
καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐνπίπτοντας, καὶ τοὺς ἐν ταῖς οἰκίαις ἀναβαίνοντας κατασφάζειν.
ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί.
ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μέν ἐν χεῖρῶν νόμοις, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν.
οὐκ ἄρκεσθεὶς δέ τούτοις, κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν, ὁδηγὸν ἔχων τὸν Μενέλαον, τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα,
καὶ ταῖς μιεραις χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων, καὶ τὰ ὑπὸ πολλῶν βασιλέων ἀνασταθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμήν, ταῖς βεβήλοις χερσὶν συνσύρων.
καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις.
εἰ δέ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν, καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκέψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους.
ἀλλʼ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο.
διόπερ καὶ αὐτὸς ὁ τόπος συνμετασχῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ἐκοινώνησεν· καὶ ὁ καταληφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ, πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη.
Ὁ οὖν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιοχίαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μέν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι, διὰ τὸν μετεωρισμὸν τῆς καρδίας.
κατέλειπεν δέ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μέν Ἰεροσολύμοις Φίλιππον τὸ μέν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος·
ἐν δὲ Γαριζεὶν Ἀνδρόνικον· πρὸς δὲ τούτοις Μενέλαος χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ἰουδαίους ἔχων διάθεσιν.
ἔπεμψεν δὲ τὸν μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δέ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν.
οὗτος δὲ παραγενόμενος εἰς Ἰεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθείς, ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου· καὶ λαβὼν ἀργοῦντας τοὺς Ἰουδαίους τοῖς ὑφʼ ἑαυτὸν ἐξοπλισίαν παρήγγειλεν,
καὶ τοὺς ἐλθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν, καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστησεν πλήθη.
Ἰούδας δὲ ὁ καὶ Μακκαβαῖος, δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας, ἐν τοῖς ὄρεσιν θηρίων τρόπον διέζη σὺν τοῖς μετʼ αὐτοῦ· καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν, πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.