Parallel
2 Maccabees 4
Swete's Septuagint · Berean Standard Bible
Ὁ δὲ προειρημένος Σίμων, ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονώς, ἐκακολόγει τὸν Ὀνίαν ὡς οὗτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς·
—
καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων, ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν.
—
τῆς δέ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι,
—
συνορῶν Ὄνίας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως, τῶν Κοίλης Φοινίκης καὶ Συρίας στρατηγόν, συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος,
—
πρὸς τὸν βασιλέα διεκοσμήθη, οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμφορον κοινῇ καὶ κατʼ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν.
—
ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἐπὶ τὰ πράγματα, καὶ τὸν Σίμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας.
—
Μεταλλάξαντος δέ τὸν βίον Σελεύκου, καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς, ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ὀνίου τὴν ἀρχιερωσύνην·
—
ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾿ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις, καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα.
—
πρὸς δέ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν ἐπιχορηγηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβίαν αὐτῷ συστήσασθαι, καὶ τοὺς ἐν Ἰεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι.
—
ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας, εὐθέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετέστησε.
—
καὶ τὰ κείμενα τοῖς Ἰουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ἰωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβίαν ὑπέρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους, παρώσας, καὶ τὰς μέν νομίμας καταλύων πολιτίας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν.
—
ἀσμένως γὰρ ὑπʼ αὐτὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν, καὶ τοὺς κρατίστους τῶν ἐφʼ ἡμῶν ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν.
—
ἧυ δʼ οὕτως ἀκμὴ τοῦ Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσονος ὑπερβάλλουσαν ἀναγνείαν,
—
ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μέν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας, μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν·
—
ὦς καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθʼ ὃ ἅπαν ἤθελον ἐξομοιοῦσθαι, τοὺς πολεμίους καὶ τιμωρητάς ἔσχον.
—
ἀπέστειλεν Ἰάσων ὁ μιερὸς θεωροὺς ὡς ἀπὸ Ἰεροσολύμων Ἀντιοχέας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίους εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίζοντες μὴ χρῆσθαι εἰς θυσίαν,
—
Ἀποσταλέντος δέ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλήσια ξοῦ Φιλομήτορος βασιλέως, μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονότων πραγμάτων, τῆς καθʼ αὐτὸν ἀσφαλίας ἐφρόντιζεν· ὅθεν εἰς Ἰόππην παραγενόμενος. κατήντησεν εἰς Ἰεροσόλυμα.
—
μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσονος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη· εἶθ᾿ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν.
—
Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον, τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ, καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα.
—
ἡ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησεν ἀρχιερωσύνην, ὑπερβάλλων τὸν Ἰάσονα τάλαντα ἀργυρίου τριακόσια.
—
λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγίνετο, τῆς μέν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων.
—
καὶ ὁ μέν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφʼ ἑτέρου φυγὰς εἰς τὴν Ἀμμανῖτιν χώραν συνήλαστο.
—
ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου· πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαφόρων πρᾶξις· δι᾿ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν·
—
καὶ ὁ μέν Μενέλαος ἀπέλειπεν τῆς ἀρχιερωσύνης διάδοχον λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δέ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων.
—
Τοιούτων δὲ συνεστηκότων, συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν, διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δίδοσθαι.
—
θᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα, καταλείπων τὸν διαδεχόμενον Ἀνδρόνικον, τῶν ἐν ἀξιώματι κεμένων.
—
νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ, καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἰς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις.
—
καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ὀνείας, ἀπήνεγκεν ἀποκεχωρηκώς εἰς ἄσυλον τόπον, ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιοχείας κειμένης.
—
ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον, παρεκάλει χειρώσασθαι τὸν Ὀνίαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ὀνίαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιασθεὶς μεθʼ ὅρκων, δοὺς δεξιάν, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν· ὃν καὶ παραχρῆμα παρέκλεισεν, οὐκ αἰδεσθεὶς τὸ δίκαιον.
—
δι᾿ ἣν αἰτίαν οὐ μόνον Ἰουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ.
—
τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν Ἰουδαῖοι, συνμισοπονηρούντων καὶ τῶν Ἐλλήνων, ὑπέρ τοῦ παρὰ λόγον τὸν Ὀνίαν ἀπεκτονῆσθαι.
—
ψυχικῶς οὗν ὁ Ἀντίοχος ὑπολυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος, καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν,
—
καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρήξας, περιαγαγὼν καθʼ ὁλην τὴν πόλιν ἐπʼ αὐτὸν τὸν τόπον οὕπερ τὸν Ὀνίαν ἠσέβησεν, ἐκεῖτὸν μιαιφόνον ἀπεκόσμησεν, τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος.
—
Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης. καὶ διαδοθείσης ἔξω τῆς φήμης. ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον. χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων.
—
ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους, κατήρξατο χειρῶν ἀδίκων, προηγησαμένου τινὸς Αὑρανοῦ προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄγνοιαν.
—
συνειδότες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ λυσιμάχου, συναρπάσαντες οἱ μέν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον.
—
δι᾿ ἣν αἰτίαν πολλοὺς μέν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δέ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.
—
καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπʼ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας.
—
ἤδη δὲ λελιμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους, πρὸς τὸ πεῖσαι τὸν βασιλέα.
—
καὶ τὸν μέν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι, τούτοις θάνατον ἀπέκρινεν.
—
ταχέως οὗν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες.
—
ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.
—