Skip to content

Parallel

2 Maccabees 15

Swete's Septuagint · Berean Standard Bible

Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν.
τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ἰουδαίων λεγόντων Μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθʼ ἁγιότητος ἡμέρᾳ·
ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ ὁ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαβάτων ἡμέραν·
τῶν δʼ ἀποφηναμένων Ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα·
ὁ δὲ ἕτερος Κἀγώ, φησίν, δυνάστης ἐπὶ τῆς γῆς, ὁ προστάσσων αἴρειν τὰ ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα.
Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀσφαλείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν Ἰούδαν συστήσασθαι τρόπον.
ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου.
καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπʼ οὐρανοῦ βοηθήματα, καὶ τὰ νῦν προσδοκᾷν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην.
καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυμνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησεν.
καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν, ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν.
ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφαλίαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσηγησάμενος ὄνειρον ἀξιόπιστον ὑπέρ τι πάντας ηὔφρανεν.
ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ὀνίαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον, καὶ λαλιὰν προιέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς ἴδια, τοῦτον τὰς χεῖρας προτείναντά κατεύχεσθαι τῷ παντὶ τῶν Ἰουδαίων συστήματι·
εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν·
ἀποκριθέντα δὲ τὸν Ὀνίαν εἰπεῖν Ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ἰερεμίας ὁ τοῦ θεοῦ προφήτης.
προτείναντα δὲ Ἰερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε
Λάβε τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ, δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους.
Παρακληθέντες δὲ τοῖς Ἰούδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπʼ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι, διέγνωσαν μὴ στρατεύεσθαι, γενναίως δὲ ἐνφέρεσθαι, καὶ μετὰ πάσης εὐανδρείας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν.
ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν, ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος.
ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία, ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς.
Καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν, καὶ ἤδη προσμιξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης, καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων, τῆς δὲ ἵππου κατὰ κέρας τεταγμένης·
συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευήν, τήν τε τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀγριότητα, ἀνατείνας χεῖρας εἰς τὸν οὐρανόν, ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον, γινώσκων ὅτι οὐκ ἔστιν δι᾿ ὅπλων, καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην.
ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον Σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.
καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον·
μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν.
Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον·
οἱ δὲ περὶ τὸν Ἰούδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμιξαν τοῖς πολεμίοις.
καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι, κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιμελείᾳ.
Γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ.
γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ.
καὶ προσέταξεν ὁ καθʼ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπέρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας, καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ, περιφέρειν εἰς Ἰεροσόλυμα.
παραγενόμενος δὲ ἐκεῖ, καὶ συνκαλεσάμενος τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας.
καὶ ἐπιδεξάμενος τὴν τοῦ μιεροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν,
καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμών, ἔφη μετὰ μέρος τοῖς ὀρνέοις, τὰ δʼ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι.
οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον, λέγοντες Εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον.
ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν, καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον.
ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν· (37)ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνός —Ἀδὰρ λέγεται τῇ κυριακῇ φωνῇ —πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαικῆς ἡμέρας.
Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως, καὶ ἀπʼ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Ἐβραίων, καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω.
καὶ εἰ μὲν καλῶς, εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι.
καθάπερ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συνκερασθεὶς ἤδη καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. Ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.