Parallel
2 Maccabees 14
Swete's Septuagint · Berean Standard Bible
Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς π ερὶ τὸν Ἰούδαν, Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου
—
Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμιξίας χρόνοις, συννοήσας ὅτι καθʼ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδέ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος,
—
ἦλθεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ ἑκατοστῷ καὶ πεντηκοστῷ ἔτει, προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τοῖς νομιζομένοις θαλλῶν τοῦ ἱεροῦ· καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν.
—
καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργόν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ἰουδαῖοι, πρὸς ταῦτα ἔφη
—
Οἱ λεγόμενοι τῶν Ἰουδαίων Ἁσιδαῖοι, ὧν ἀφηγεῖται Ἰούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν.
—
πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχασάμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ.
—
ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προσνοήθητι, καθʼ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν.
—
τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου, θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ἰούδαν προσεπύρωσαν τὸν Δημήτριον.
—
προχειρισάμενος δὲ εὐθέως τὸν Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην, καὶ στρατηγὸν ἀναδείξας τῆς Ἰουδαίας, ἐξαπέστειλεν·
—
δοὺς ἐπιστολάς, αὐτὸν μὲν τὸν Ἰουδὰ ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ.
—
οἱ δὲ ἐπὶ τῆς Ἰουδαίας πεφυγαδευκότες τὸν Ἰούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν Ἰουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.
—
Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευσαν τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετʼ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος.
—
Σίμων δὲ ὁ ἀδελφὸς Ἰούδα συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δέ, διὰ τὴν ἐφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς.
—
ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ἰούδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾿ αἱμάτων ποιήσασθαι.
—
πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως, καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου, καὶ φανείσης ὁμοιοψήφου συγγνώμης, ἐπένευσαν ταῖς συνθήκαις.
—
ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατʼ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρʼ ἑκάστου δίφραξ, ἔθεσαν δίφρους.
—
διέταξεν Ἰούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μή ποτε ἐκ τῶν πολεμίων ἐφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν.
—
διέτριβεν ὁ Νικάνωρ ἐν Ἰεροσολύμοις, καὶ ἔπραττεν οὐθὲν ἄτοπον· τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν.
—
Ο δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἦκεν πρὸς τὸν Δημήτριον, καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας αὐτοῦ Ἰούδαν διάδοχον ἀπέδειξεν.
—
ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ πανπονήρου διαβολαῖς ἐρεθισθείς, ἔγραψεν Νικάνορι ὑπὲρ μὲν τῶν συνθηκῶν φάσκων βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιοχίαν ταχέως
—
προσπεσόντων δὲ τούτων τῷ Νικάνορι, συνεκέχυτο, καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος.
—
ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτόν, καὶ τὴν ἠθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτόν, συνεκρύπτετο τὸν Νικάνορα.
—
Συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.
—
προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεώ, ὤμοσεν ταῦτα Ἐὰν μὴ δέσμιόν μοι τὸν Ἰούδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω, καὶ τὸ θυσιαστήριον κατασκάψω, καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω.
—
τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δε ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν, ταῦτα λέγοντες
—
καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθερισμένον οἶκον.
—
Ῥαζεὶς δέ τις τῶν ἀπὸ Ἰεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων, καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ἰουδαίων προσαγορευόμενος.
—
ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμιξίας κρίσεις εἰσενηνεγμένος Ἰουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπέρ τοῦ Ἰουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας.
—
βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ἰουδαίους δυσμενίαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν.
—
τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος·
—
εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι, καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι.
—
τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδήν, καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους.
—
ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων, καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων, δρόμῳ τοὺς ὄχλους διελθών, καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος,
—
παντελῶς ἔξαιμος ἤδη γινόμενος, προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσίν, ἐνέσεισε τοῖς ὄχλοις· καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος τὰ αὐτὰ αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν.
—