Skip to content

Parallel

1 Maccabees 9

Swete's Septuagint · Berean Standard Bible

9:1
Καὶ ἤκουσεν Δημήτριος ὅτι ἐποίησεν Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ πόλεμον, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ἰούδα, καὶ τὸ δεξιὸν κέρας μετʼ αὐτῶν.
9:2
καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα, καὶ παρενεβάλοσαν ἐπὶ Μεσσαλὼθ τὴν ἐν Ἀρβήλοις, καὶ προκατελάβοντο αὐτήν. καὶ ἀπῶλεσεν ψυχας ἀνθρώπων πολλάς.
9:3
καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλλον εἰς Ἰερουσαλήμ.
9:4
καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιασιν ἀνδρῶν καὶ δισχιλιάσιν ἵππων.
9:5
καὶ Ἰούδας ἦν παρεμβεβληκὼς ἐν Ἀλασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετʼ αὐτοῦ.
9:6
καὶ ἴδον τὸ πλῆθος τῶν δυνάμεων, ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες.
9:7
καὶ ἴδεν Ἰούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ. καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν· καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς.
9:8
καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῖν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς.
9:9
καὶ ἀπέστρεψαν αὐτόν, λέγοντες Οὐ μὴ δυνησώμεθα, ἀλλʼ ἢ σώζωμεν τὰς ἑαυτῶν ψυχάς τὸ νῦν· ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν, καὶ πολεμήσωμεν πρὸς αὐτούς· ἡμεῖς δὲ ὀλίγοι.
καὶ εἶπεν Ἰούδας Μή μοι γένοιτο ποιῆσαι τὸ πράγμα τοῦτο, φυγεῖν ἀπʼ αὐτῶν· καὶ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἀνδρίᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν, καὶ μὴ καταλείπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς, καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυντοί.
Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι, καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν, καὶ ἐφώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν καὶ οἱ παρὰ Ἰούδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν·
καὶ ἐσείσθη ἡ γῆ ἀπὸ τῶν παρεμβολῶν αὐτῶν· καὶ ἐγένετο ὁ πόλεμος συνηγμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας.
καὶ ἴδεν Ἰούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συυῆλθον αὐτο πάντες οἱ εὔψυχοι τῃ καρδίᾳ.
καὶ συνετρίβη τὸ δεξιον κέρας ἀπʼ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Ἀζώτου ὄρους.
καὶ οἱ εἰς τὸ ἀριστερον κέρας ἴδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ἰούδα καὶ τῶν μετʼ αὐτοῦ ἐκ τῶν ὄπισθεν.
καὶ ὁ πόλεμος, καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων.
καὶ Ἰούδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον.
καὶ ἦραν Ἰωναθὰν καὶ Σίμων Ἰούδαν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεείμ.
καὶ ἔκλαυσαν αὐτὸν ἐκεῖ, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπαν
Πῶς ἔπεσεν δυνατός, σώζων τὸν Ἰσραήλ.
Καὶ τὰ περισσὰ τῶν λόγων Ἰούδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὦν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα.
Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰούδου, ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ἰσραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μεγάλη σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετʼ αὐτῶν. ²⁵καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας, καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.
καὶ ἐξεζήτουν καὶ ἐξηραύνων τοὺς φίλους Ἰούδου, καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην· καὶ ἐξεδίκα αὐτούς, καὶ ἐνέπαιζον αὐτοῖς.
καὶ ἐγένετο θλίψις μεγάλη ἐν τῷ Ἰσραήλ, ἥτις οὐκ ἐγένετο ἀφʼ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς.
καὶ ἡθροίσθησαν πάντες οἱ φίλοι Ἰούδου καὶ εἶπον τῷ Ἰωναθάν
Ἀφʼ οὗ ὁ ἀδελφός σου Ἰούδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν.
νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντʼ αὐτοῦ ἡμῖυ εἰς ἄρχοντα καὶ ἡγούμενον, τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.
καὶ ἐπεδέξατο Ἰωναθὰν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν· καὶ ἀνέστη ἀντὶ Ἰούδου τοῦ ἀδελφοῦ αὐτοῦ.
Καὶ ἔγνω Βακχίδης, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
καὶ ἔγνω Ἰωναθὰν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετʼ αὐτοῦ, καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκῶε, καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ἀσφάλ.
καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἧλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ἰορδάνη.
καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου· καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.
καὶ ἐξῆλθον οἱ υἱοὶ Ἰαμβρεὶν ἐκ Μηδαβά, καὶ συνέλαβον Ἰωάννην καὶ πάντα ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες.
μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν Ἰωναθὰν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υὁοὶ Ἰαμβρὶν ποιοῦσιν γάμον μέγαν, καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανάαν, μετὰ παραπομτπῆς μεγάλης.
καὶ ἐμνήσθησαν Ἰωάννου τοῦ ἀδελφοῦ αὐτῶν, καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.
καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἴδαν, καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.
καὶ ἐξανέστησαν ἐπʼ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτοὺς· καὶ ἔπεσαν τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος, καὶ ἔλαβον πάντα τὰ σκεύη αὐτῶν.
καὶ μετεστράφη ὁ γάμος εἰς πένθος, καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.
καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν, καὶ ἀπέστρεψαν εἰς τὸ ὄρος τοῦ Ἰορδάνου.
Καὶ ἤκουσεν Βακχίδης, καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαβββάτων ἕως τῶ, κρηπίδων τοῦ Ἰορδάνου ἐν δυνάμει πολλῇ.
καὶ εἶπεν Ἰωναθὰν τοῖς ἀδελφοῖς αὐτοῦ Ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν· οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.
ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν· τὸ δὲ ὕδωρ τοῦ Ἰορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός. καὶ οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι.
νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ἰωναθὰν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπʼ αὐτοῦ εἰς τὰ ὀπίσω.
καὶ ἐνεπήδησεν Ἰωναθὰν καὶ οἱ μετʼ αὐτοῦ εἰς τὸν Ἰορδάνην, καὶ διεκολύμβησαν εἰς τὸ πέραν· καὶ οὐ διέβησαν ἐπʼ αὐτοὺς τὸν Ἰορδάνην.
καὶ διέπεσαν παρὰ Βακχίδα τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.
Καὶ ἀπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ἀχυρὰς ἐν τῇ Ἰουδαία, τὸ ὀχύρωμα τὸ ἐν Ἰεριχὼ καὶ τὴν Ἐμμαοὺμ καὶ τὴν Βεθωρὼν καὶ τὴν Βεθὴλ καὶ τὴν Θαμνάθα Φαραθὼν καὶ τὴν Τεφών, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς.
καὶ ἔθεντο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ἰσραήλ.
καὶ ὠχύρωσαν τὴν πόλιν καὶ Βεθσούραν καὶ Γαζάραν καὶ τὴν ἄκραν, καὶ ἔθεντο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βραωμάτων.
καὶ ἔλαβον τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα, καὶ ἔθεντο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ἰερουσαλὴμ ἐν φυλακῆ.
Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ, τῷ μηνὶ τῷ δευτέρῳ, ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας, καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν, καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.
ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη, καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.
καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῃ μετὰ βασάνου μεγάλης.
καὶ ἴδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἀπέστρεψεν πρὸς τὸν βασιλέα, καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δύο.
Καὶ ἐβουλεύσαντο οἱ ἄνομοι πάντες λύγοντες Ἰδοὺ Ἰωναθὰν καὶ οἱ παρʼ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.
καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.
καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς, καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρα πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ἰουδαία, ὅπως συλλάββωσιν τὸν Ἰωναθὰν καὶ τοὺς σὺν αὐτῷ· καὶ οὐκ ἠδύνατο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν.
καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτούς.
καὶ ἐξεχώρησεν Ἰωναθὰν καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ εἰς Βεθβασὶ τὴν ἐν τῇ ἐρήμῳ, καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσεν αὐτήν.
καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ τοῖς ἐκ τῆς Ἰουδαίας παρήγγειλεν.
καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βεθβασί, καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς.
καὶ ἀπέλειπεν Ἰωναθὰν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐξῆλθεν εἰς τὴν χώραν. καὶ ἦλθεν ἀριθμῷ.
καὶ ἐπάταξεν Ὀδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσιν.
καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἐνεπύρισαν τὰς μηχανάς.
καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπʼ αὐτῶν, καὶ ἔθλιββον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.
καὶ ὠργίσθησαν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν, καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλούς, καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.
καὶ ἐπέγνω Ἰωναθάν, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις, τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
καὶ ἀπεδέξατο, καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ἰούδα· καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.
καὶ κατέπαυσεν ῥομφαία ἐξ Ἰσραήλ, καὶ ᾤκησεν Ἰωναθὰν ἐν Μαχμάς· καὶ ἤρξατο Ἰωναθὰν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ἰσραήλ.