Skip to content

Parallel

1 Maccabees 10

Swete's Septuagint · Berean Standard Bible

Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανής, καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτὸν καὶ ἐβασίλευσεν ἐκεῖ
καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεύς, καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.
καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν ἐπιστολὰς Δημήτριος λόγοις εἰρηνικοῖς, ὥστε μεγαλῦναι αὐτόν,
εἶπεν γάρ Προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετʼ αὐτῶν, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθʼ ἡμῶν.
μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτόν, καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ.
καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις, καὶ κατασκευάζειν ὅπλα, καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ.
Καὶ ἦλθεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας.
καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις.
καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωναθὰν τὰ ὅμηρα, καὶ ἀπέδωκαν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.
καὶ ᾤκησεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν.
καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως.
καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς οἰκοδόμησεν ὁ Βακχίδης.
καὶ κατέλειπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
πλὴν ἐν Βεθσούροις ὑπελείφθησάν τινες τῶν καταλειπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἀλέξανδρος τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ἰωναθάν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἂς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους οὓς ἔσχοσαν.
καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσαωμεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν.
καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων
Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωναθὰν χαίρειν.
ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ ἀγαθὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος.
καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου, καὶ φίλον βασιλέως καλεῖσθαι— καὶ ἀπέστειλαν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν—καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς.
καὶ ἐνεδύσατο Ἰωναθὰν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἐξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας, καὶ συνήγαγεν δυνάμεις, καὶ κατεσκεύασεν ὅπλα πολλά.
Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους, καὶ. ἐλυπήθη, καὶ εἶπεν
Τί τοῦτο ἐποιήσαμεν, ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ἰουδαίοις εἰς στήριύμας
γράψω κἀγὼ αὐτοῖς λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν.
καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν.
ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
καὶ νῦν ἐνμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθʼ ὦν ποιεῖτε μεθʼ ἡμῶν.
καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλά, καὶ δώσομεν ὑμῖν δόματα.
καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλός, καὶ ἀπὸ τῶν στεφάνων·
καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς, καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα, τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα, καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.
καὶ Ἰερουσαλὴμ ἤτω ἁγία καὶ ἀφιεμένη καὶ τὰ ὅρία αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.
ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἰερουσαλήμ, καὶ δίδωμι τῷ ἀρχιερεῖ ὅπως ἂν καταστῇ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτός, τοῦ φυλάσσειν αὐτήν.
καὶ πᾶσαν ψυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ κτηνῶν αὐτῶν.
καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδιγμέναι, καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτήν, ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν πάσῃ τῇ βασιλείᾳ μου.
καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.
καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένιά, ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως.
καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπʼ αὐτῶν καὶ οἱ ἄρχοντες ἐξ αὐτῶν ἔστωσαν, καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα.
καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίὰ ἀπὸ τῆς χώρας Σαμαρίας, προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφʼ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾿ ἢ τοῦ ἀρχιερέως.
Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἰερουσαλὴμ εἰς τὴν προκαθήκουσαν δαπάνην τοῖς ἁγίοις.
κἀγὼ δίδωμι κατʼ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου| ἀπὸ τῶν λόγων τοῦ βασιλέως, ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσωσιν εἰς τὰ ἔργα τοῦ οἴκου.
καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατʼ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται, διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν.
καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἰεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ, ὀφίλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγἰων, καὶ ἠ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.
καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομῆσαι τὰ τείχη ἐν τῇ Ἰουδαίᾳ.
Ὡς δὲ ἤκουσεν Ἰωναθὰν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσεν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ἰσραήλ, καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.
καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.
καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας, καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου.
καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος, καὶ ἴσχυσεν ἐπʼ αὐτούς.
καὶ ἐστερέωσεν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων
Ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν·
καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφʼ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·
καὶ συνστήσωμεν πρὸς αὐτὸν φιλίαν· καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι, καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου.
καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου, καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.
καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας· ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας.
καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι, καθὼς οἱ βασιλεῖς, ἐν δόξῃ μεγάλῃ.
Καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.
καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα, καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσιν· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλά, καὶ εὗρεν χάριν ἐναντίον αὐτῶν.
καὶ συνήχθησαν ἐπʼ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατʼ αὐτοῦ· καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς
καὶ προσέταξεν αὐτοῖς ὁ βασιλεύς, καὶ ἐξέδυσεν Ἰωναθὰν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὸν πορφύραν· καὶ ἐποίησαν οὕτως.
καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετʼ αὐτοῦ, καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ Ἐξέλθατε μετʼ αὐτοῦ εἰς μέσον τῆς πόλεως, καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατὰ τούτου περὶ μηδενὸς πράγματος. καὶ μηδεὶς αὐτῷ ἐνοχλείτω περὶ παντὸς λόγου.
καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν σινδόνα, καὶ ἔφυγον πάντες.
καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεύς, καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων, καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.
καὶ ἐπέστρεψεν Ἰωναθὰν εἰς Ἰερουσαλὴμ μετ εἰρήνης καὶ εὐφροσύνης.
Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος ὁ υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.
καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐλυπήθη σφόδρα, καὶ ἀπέστρεψεν εἰς Ἀντιοχίαν.
καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην, καὶ παρενέβαλεν ἐν Ἰάμνείᾳ· καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν τὸν ἀρχιερέα, λέγων
Σὺ μονώτατος ἐπαίρῃ ἐφʼ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί ἐξουσιάζῃ ἐφʼ ἡμᾶς ἐν τοῖς ὄρεσιν
νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συνκριθώμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετʼ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων.
ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν· καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ημῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν.
καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν.
Ὡς δε ἤκουσεν Ἰωναθὰν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ. καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν, καὶ ἐξῆλθεν ἐξ Ἰερουσαήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτου.
καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν οἱ ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππης. καὶ ἐπολέμησαν αὐτήν.
καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωναθὰν Ἰόππης.
καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλήν, καὶ ἐπορεύθη εἰς Ἀζωτον ὡς διοδεύων, καὶ ἅμα προσῆγεν εἰς τὸ πεδίον, καὶ διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπʼ αὐτήν.
καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ ὀπίσω αὐτοῦ εἰς πόλεμον.
καὶ ἀπέλειπεν Ἀπολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶυ·
καὶ ἔγνω Ἰωναθὰν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ. καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολήν, καὶ ἐξετίναξον τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης.
ὁ δὲ λαὸς ἱστήκει καθὼς ἐπέταξεν Ἰωναθάν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.
καὶ εἵλκυσεν Σίμων τὴν δύναμιν αὐτοῦ, καὶ συνῆψεν πρὸς τὴν φάλαγγα, ἡ γὰρ ἵππος ἐξελύθη· καὶ συνετρίβησαν ἀπʼ αὐτοῦ, καὶ ἔφυγαν.
καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον, καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι.
καὶ ἐνεπύρισεν Ἰωναθὰν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν, καὶ τὸ ἱερὸν Δαγὼν καὶ τὸ ἱερὸν αὐτῆς ἐνεπύρισεν ἐν πυρί.
καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐνπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.
καὶ ἀπῆρεν ἐκεῖθεν Ἰωναθάν, καὶ παρενέβαλεν εἰς Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.
καὶ ἐπέστρεψεν Ἰωναθὰν σὺν τοῖς παρʼ αὐτοῦ ἔχοντες σκῦλα πολλά.
καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωναθάν.
καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενεῦσιν τῶν βασιλέων· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.