Skip to content

James 4

Read in parallel →

1 Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν

2 ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς

3 αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε

4 Μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται

5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν

6 μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν

7 Ὑποτάγητε οὖν τῷ Θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ’ ὑμῶν

8 ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι

9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν

10 ταπεινώθητε ἐνώπιον Κυρίου καὶ ὑψώσει ὑμᾶς

11 Μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής

12 εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλησίον

13 Ἄγε νῦν οἱ λέγοντες Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν

14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη

15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ Κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο

16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν

17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν