Ἀγνοοῦντες γὰρ τὴν τοῦ ˚Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ ˚Θεοῦ οὐχ ὑπετάγησαν.
δικαιοσυνην ] αγνοουντεσ \γαρ την του θυ δικαιοσυνην και την ιδιαν δικαιοσυνην ζητουντεσ στησαι τη δικαιοσυνη του θυ ουχ υπεταγησαν U0001D513⁴⁶, ℵ ; αγνοουντεσ δε την του θυ δικαιοσυνην και την ιδιαν ζητουτεσ στησαι τη δικαιοσυνη του θυ ουχ υπεταγησαν A ; αγνοουτεσ γαρ την του θυ δικαιοσυνην και την ιδια ζητουντεσ στησαι τη δικαιοσυνη του θυ ουχ υπεταγησαν B ; αγνοουντεσ γαρ την του θυ δικαιοσυνην και την ιδιαν ζητουντεσ στησαι τη δικαιοσυνη του θυ ουχ υπεταγησαν P131 ; Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. KJTR, RP, ST (substitution)