1 Καὶ εἰσῆλθεν πάλιν εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος, ἐξηραμμένην ἔχων τὴν χεῖρα.
την ] και εισηλθεν παλιν εισ συναγωγην και ην εκει ανοσ εξηραμμενην εχων την χειρα ℵ ; και εισηλθεν παλιν εισ την συναγωγην και εκει ην ανοσ εξηραμμενην εχων την χειρα A ; και εισηλθεν παλιν εισ συναγωγην και ην εκει ανθρωποσ εξηραμμενην εχων την χειρα B ; |*εξηραμμενην εχων την χειρα 0315 ; και εισελθοντοσ αυτου εισ τη συναγωγην ερχεται ανθρωποσ προσ αυτον εχων ξηραν την χειρα W ; και εισηλθεν παλιν εισ την συναγωγην και ην εκει ανοσ εξηραμμενην εχων την χειρα C ; και εισηλθεν παλιν εισ την συναγωγην και ην εκει ανθρωποσ ξηραν εχων την χειρα D ; ¶Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. KJTR, RP ; ¶Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγὴν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα, ST (omission)
2 Καὶ παρετήρουν αὐτὸν, εἰ τοῖς Σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
Καὶ παρετήρουν αὐτὸν, εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν· ἵνα κατηγορήσωσιν αὐτοῦ. KJTR, RP, SR, WH και παρετηρουν αυτον ει εν τοισ σαββασι θεραπευει αυτον ινα κατηγορησωσιν αυτου ℵ ; και παρετηρουντο αυτον ει τοισ σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου A ; και παρετηρουν αυτον ει τοισ σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου B ; και παρετηρουν αυτον ει τοισ σαββασιν θεραπευσει*26 0315 ; και παρετηρουντο αυτον ει τοισ σαββασιν θεραπευει ινα κατηγορησωσιν αυτου W ; και παρετηρουντο αυτον ει εν τοισ σαββασιν θεραπευσει αυτον ινα κατηγορησουσιν αυτου C ; και παρετηρουντο αυτον ει εν τοισ σαββασιν θεραπευσει ινα κατηγορησουσιν αυτον D ; καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτὸν, ἵνα κατηγορήσωσιν αὐτοῦ. ST (substitution)
3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν χεῖρα ἔχοντι ξηράν, “Ἔγειρε εἰς τὸ μέσον.”
ξηραν χειρα εχοντι ] και λεγει τω ανω τω την ξηραν χιρα εχοντι εγειρε εισ το μεσον ℵ ; και λεγει τω ανω τω εξηραμμενην εχοντι την χειρα εγειρε εισ το μεσον A ; και λεγει τω ανθρωπω τω τη χειραν εχοντι ξηραν εγειρε εισ το μεσον B ; και λεγει τω ανθρωπω τω τη χειρα εχοντι ξηραν εγειρε εισ το μεσον Bc ; και λεγει τω ανθρωπω τω εχοντι την χειρα ξηραν εγειρε εκ του μεσου W ; και λεγει τω ανω τω την ξηραν χειρα εχοντι εγειρε εισ +το μεσον C ; και λεγει τω ανθρωπω τω εχοντι την χειρα εξηραμενην εγειρε και στηθει εν μεσω D ; Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον. KJTR, RP, ST (substitution)
4 Καὶ λέγει αὐτοῖς, “Ἔξεστιν τοῖς Σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;” Οἱ δὲ ἐσιώπων.
αγαθον ποιησαι ] και λεγει αυτοισ εξεστιν τοισ σαββασιν αγαθον ποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτιναι οι δε εσιωπων ℵ ; και λεγει αυτοισ εξεστιν εν τοισ σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχη σωσαι η αποκτειναι οι δε εσιωπων A ; και λει αυτοισ εξεστιν τοισ σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχη |σωσαι η αποκτειναι οι δε εσιωπων B ; και λεγει αυτοισ εξεστιν τοισ σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχη |σωσαι η αποκτειναι οι δε εσιωπων Bc ; και λεγει αυτοισ εξεστιν τοισ σαββασιν αγαθον ποιησαι η ου ψυχην σωσαι η απολεσαι οι δε εσιωπων W ; και λεγει αυτοισ εξεστιν τοισ σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων C ; και ειπεν προσ αυτουσ εξεστιν εν τοισ σαββασιν τι αγαθον ποιησαι η κακοποιησαι ψυχην σωσαι μαλλον η απολεσαι οι δε εσιωπων D ; και ειπεν προσ αυτουσ εξεστιν εν τοισ σαββασιν τι αγαθον ποιησαι η κακοποιησαι ψυχην σωσαι μαλλον η αποκτειναι οι δε εσιωπων Dc ; Καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. ST (substitution)
5 Καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, “Ἔκτεινον τὴν χεῖρα σου.” Καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ.
σου ] και περιβλεψαμενοσ αυτουσ μετ οργησ συνλυπουμενοσ επι τη πωρωσει τησ καρδι |αυτων λεγει τω ανω εκτινον την χιρα σου και εξετινεν και απεκατεσταθη η χιρ αυτου ℵ ; και περιβλεψαμενοσ αυτουσ μετ οργησ συλλυπουμενοσ επι τη πωρωσει τησ καρδιασ αυτων λεγει τω ανω εκτεινον την χειρα σου και εξετεινεν και απεκατεσταθη η χειρ αυτου A ; και περιβλεψαμενοσ αυτουσ μετ οργησ συνλυπουμενοσ επι τη πωρωσει τησ καρδιασ αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα και εξετεινεν και απεκατεσταθη η χειρ αυτου B ; περιβλεψαμενοσ δε αυτουσ μετ οργησ επι τη πωρωσει τησ καρδιασ αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετινεν και απεκατεσταθη η χειρ αυτου W ; και περιβλεψαμενοσ αυτουσ μετ οργησ συνλυπουμενοσ επι τη πωρωσει τησ καρδιασ αυτων λεγει τω ανω εκτεινον την χειρα σου και εξετινεν και απεκατεστη η χειρ αυτου C ; και περιβλεψαμενοσ αυτουσ μετ οργησ συνλυπουμενοσ επι τη νεκρωσει τησ καρδιασ αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη η χειρ αυτου ευθεωσ D ; Καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρα σου. Καὶ ἐξέτεινεν: καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. KJTR, RP ; καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. ST ; καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συνλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ Ἔκτεινον τὴν χεῖρά σου· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. WH (substitution)
6 Καὶ ἐξελθόντες, οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίησαν κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
Καὶ ἐξελθόντες, οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίησαν κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. SR και εξελθοντεσ οι φαρισαιοι ευθυσ μετα των ηρωδιανων συμβουλιον εποιησαν κατ αυτου οπωσ αυτον απολεσωσιν C, ℵ ; και εξελθοντεσ οι φαρισαιοι ευθεωσ μετα των ηρωδιανων συμβουλιον εποιου κατ αυτου οπωσ αυτον απολεσωσιν A ; και εξελθοντεσ οι φαρεισαιοι ευθυσ μετα των ηρωδιανων συμβουλιον εδιδουν κατ αυτου οπωσ αυτον απολεσωσιν B ; εξελθοντεσ δε οι φαρισαιοι μετα των ηρωδιανων συνβουλιον εποιουντο κατ αυτου οπωσ αυτον απολεσωσιν W ; εξελθοντεσ δε οι φαρισαιοι μετα των ηρωδιανω συνβουλιον ποιουντεσ κατ αυτου οπωσ αυτον απολοσωσιν D ; εξελθοντεσ δε οι φαρισαιοι μετα των ηρωδιανω συνβουλιον ποιουντεσ κατ αυτου οπωσ αυτον απολεσωσιν Dc ; Καὶ ἐξελθόντες, οἱ Φαρισαῖοι εὐθὲως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. KJTR, RP ; Καὶ ἐξελθόντες οἱ φαρισαῖοι, εὐθέως μετὰ τῶν Ἡρωδιανῶν συμβούλιον ἐποίουν κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. ST ; Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν. WH (substitution)
7 Καὶ ὁ ˚Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ, ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας,
¶Καὶ ὁ ˚Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ, ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας, SR, WH και ο ισ μετα των μαθητων αυτου ανεχωρησεν προσ την θαλασσαν και πολυ πληθοσ απο τησ γαλιλαιασ και απο τησ ιουδαιασ ηκολουθησαν C, ℵ ; και ο ισ ανεχωρησεν μετα των μαθητων αυτου προσ την θαλασσαν και πολυ πληθοσ απο τησ γαλιλαιασ ηκολουθησεν αυτω και απο τησ ιουδαιασ A ; και ο ισ μετα των μαθητων αυτου ανεχωρησε προσ την θαλασσαν και πολυ πληθοσ απο τησ γαλειλαιασ ηκολουθησεν και απο τησ ιουδαιασ B ; ο δε ισ ανεχωρησεν μετα των μαθητω αυτου προσ την θαλασσαν και πολυ πληθοσ απο τησ γαλιλαιασ και τησ ιουδαιασ W ; ο δε ιησ μετα των μαθητων αυτου ανεχωρησεν εισ την θαλασσαν και πολυσ οχλοσ απο τησ γαλειλαιασ και τησ ιουδαιασ D ; Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν: καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, KJTR, RP ; Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὑτοῦ πρὸς τὴν θάλασσαν. καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, ST (substitution)
8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ ἀκούοντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
εποιει ] ϗ απο ιεροσολυμω και περαν του ιορδανου περι τυρον και σιδωνα πληθοσ πολυ ακουοντεσ οσα εποιει ηλθον προσ αυτον ℵ ; και απο ιεροσολυμων και απο τησ ιδουμαιασ και περαν του ιορδανου \και οι περι τυρον και σιδωνα πληθοσ πολυ ακουσαντεσ οσα εποιει ηλθον προσ αυτον A ; και απο ιεροσολυμω και απο τησ ιδουμαιασ και περαν του ιορδανου και περι τυρον και σειδωνα πληθοσ πολυ ακουοντεσ οσα ποιει ηλθο προσ αυτον B ; και απο ιεροσολυμων και περαν του ιορδανου και περι τυρον και σιδονα ηκολουθουν αυτω ακουοντεσ οσα εποιει W ; και απο ιεροσολυμων και απο τησ ιδουμαιασ και περαν του ιορδανου και περι τυρον και σιδωνα πληθοσ πολυ ακουσαντεσ α εποιει ηλθον προσ αυτον C ; και απο ιεροσολυμων και τησ ιδουμεασ και οι περαν του ιορδανου και οι περι τυρον και οι περι σιδωνα πληθοσ πολυ ακουσαντεσ α εποιει ηλθαν προσ αυτον D ; Καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου· καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. KJTR, RP, ST ; καὶ ἀπὸ Ἰεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὅσα ποιεῖ ἦλθαν πρὸς αὐτόν. WH (substitution)
ηλθον ] ηλθαν (substitution)
9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.
Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. KJTR, RP, SR, WH και ειπεν τοισ μαθηταισ αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον A, C, W, ℵ ; και ειπε τοισ μαθηταισ αυτου ινα πλοιαρια προσκαρτερη αυτω δια τον οχλο ινα μη θλειβωσιν αυτο B ; και ειπεν τοισ μαθηταισ αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον πολλοι D ; Καὶ εἶπε τοῖς μαθηταῖς αὑτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ, διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. ST (substitution)
10 Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
Πολλοὺς γὰρ ἐθεράπευσεν· ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. KJTR, RP, SR, ST, WH πολλουσ γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγασ ℵ ; πολλουσ γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται και οσοι ειχον μαστιγασ A ; πολλουσ γαρ εθεραπευσεν ωστε επιπειπτει αυτω ινα αυτου αψωται οσοι ειχον μαστειγασ B ; \πολλουσ γαρ εθεραπευεν ωστε επεπιπτο a ινα αυτου αψωνται οσοι ειχον μαστιγασ W ; πολλουσ γαρ εθεραπεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψων οσοι ειχον μαστι\γασ C ; πολλουσ γαρ εθεραπευσεν ωστε επιπιπτειν εν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστειγασ D (substitution)
11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα, ὅτι “Σὺ εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ.”
λεγοντες ] και τα πνατα τα ακαθαρτα οταν αυτο εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντεσ οτι συ ει ο υσ του θυ ℵ ; και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρει προσεπιπτον αυτω και εκραζον λεγοντα οτι συ ει ο υσ του θυ A ; και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρουν προσεπειπταν αυτω και εκραζον λεγοντα οτι συ ει ο υιοσ του θυ B ; τα πνευματα δε τα ακαθαρτα οταν αυτον ιδον προσεπιπτον αυτω και εκραζον λεγοντεσ συ ει ο υιοσ του θυ W ; και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντα οτι συ ει ο χσ ο υσ του θυ C ; και πνα ακαθαρτα οταν ουν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντεσ συ ει ο υιοσ του θυ D ; Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζεν, λέγοντα, ὅτι Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. KJTR, RP ; καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε λέγοντα, Ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. ST (substitution)
12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν.
Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν. KJTR, SR, WH και πολλα επετιμα αυτοισ ινα μη αυ|τον φανερον ποιησωσιν ℵ ; και πολλα επετειμα αυτοισ ινα μη φανερον αυτον ποιησωσι A ; και πολ\λα επετειμα αυτοισ ινα μη αυτον φανερο ποιησωσιν B ; και επετιμα αυτοισ ινα μη αυτον φανερον ποιωσιν W ; και πολλα επετιμα αυτοισ ινα μη αυτον φανερο ποιησωσιν οτι ηδεισαν τον χν αυτον ειναι C ; και πολλα επετειμα αυτοισ ινα μη αυτον φανερον ποιωσιν D ; Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν. RP ; καὶ πολλὰ ἐπετίμα αὐτοῖς, ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσι. ST (addition)
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
και αναβαινει εισ το οροσ και προσκαλειται ουσ ηθελεν αυτοσ και ηλθον προσ αυτον D ; Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός: καὶ ἀπῆλθον πρὸς αὐτόν. KJTR, RP, SR, ST, WH ; και αναβαινει εισ το οροσ και προσκαλειται ουσ ηθελεν αυτοσ οι δε απηλθον προσ αυτον C, ℵ ; και αναβαινει εισ το οροσ και προσκαλειτε ουσ ηθελεν αυτοσ και απηλθεν προσ αυτον A ; και αναβαινει εισ το οροσ και προσκαλειτε ουσ ηθελεν αυτοσ και απηλθον προσ αυτον Ac, B ; και αναβασ εισ το οροσ προσεκαλεσατο ουσ ηθελεν και απηλθον προσ αυτον W (substitution)
14 Καὶ ἐποίησεν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, ἵνα ὦσιν μετʼ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
Καὶ ἐποίησεν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, ἵνα ὦσιν μετʼ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν SR, WH και εποιησεν $ιβ ουσ και αποστολουσ ωνομασεν ινα ωσι μετ αυτου και ινα αποστελλη αυτουσ κηρυσσει ℵ ; και εποιησεν δωδεκα ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτουσ κηρυσσειν A ; και εποιησεν δωδεκα ουσ και αποστολουσ ωνομασε ινα ωσιν μετ αυτου και αποστελλη αυτουσ κηρυσσειν B ; και εποιησεν $ιβ μαθητασ ινα ωσιν μετ αυτου ουσ και αποστολουσ ωνομασεν ινα αποστιλη αυτουσ κηρυσσιν το ευαγγελιον W ; και εποιησεν +ουσ +και +αποστολουσ +ωνομασεν δωδεκα ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτουσ κηρυσσειν C ; και εποιησεν ινα ωσιν $ιβ μετ αυτου και ινα αποστελη αυτουσ κηρυσσειν το ευαγγελιον D ; Καὶ ἐποίησεν δώδεκα, ἵνα ὦσιν μετʼ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, KJTR, RP ; καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετʼ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, ST (substitution)
15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια.
και εχειν εξουσιαν εκβαλλειν τα δαιμονια B, C, SR, WH και εχειν εξουσια εκβαλλειν τα δαιμονια ℵ ; και εχειν εξουσιαν θεραπευειν τασ νοσουσ και εκβαλλειν τα δαιμονια A ; και εδωκεν αυτοισ εξουσιαν θεραπευειν τασ νοσουσ και εκβαλλιν τα δαιμονια και περιαγοντασ κηρυσσιν το ευαγγελιον W ; και εδωκεν αυτοισ εξουσιαν θεραπευειν τασ νοσουσ και εκβαλλειν τα δαιμονια D ; Καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια: KJTR, RP, ST (addition)
16 Καὶ ἐποίησεν τοὺς δώδεκα: καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι, Πέτρον,
Καὶ ἐποίησεν τοὺς δώδεκα: καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι, Πέτρον, SR, WH και εποιησεν τουσ $ιβ και επεθηκεν ονομα τω σιμωνι πετρον ℵ ; και επεθηκεν τω σιμωνι ονομα πετρον A, KJTR, RP ; και εποιησε τουσ δωδεκα και επεθηκεν ονομα τω σιμωνι πετρον B ; και επεθηκεν ονομα σιμωνι πετρον W ; +και +εποιησεν τουσ δωδεκα και επεθηκεν ονομα τω σιμωνι πετρον C ; και επεθηκεν σιμωνι ονομα πετρον D ; Καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον· ST (substitution)
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές, ὅ ἐστιν “Υἱοὶ βροντῆς”,
ονοματα ] και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοισ ονοματα βοανηργεσ ο εστιν υιοι βροτησ ℵ ; και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου ιακωβου και επεθηκεν αυτοισ ονοματα βοανηργεσ ο εστιν υιοι βροντησ A ; και ιακωβο τον του ζεβεδαιου και ιωανην τον αδελφο του ιακωβου και επεθηκεν αυτοισ ονομα βοανηργεσ ο εστιν υιοι βροντησ B ; κοινωσ δε αυτουσ εκαλεσεν βοανανηργε ο εστιν υιοι βροντησ W ; και ιακωβον τον του ζεβεδαιου και ιωανην τον αδελφον ιακωβου και επεθηκεν αυτοισ ονοματα βοανηργεσ ο εστι υιοι βροντησ C ; και τον ιακωβον του ζεβεδαιου και τον ιωαννην τον αδελφον αυτου και επεθηκεν αυτοισ ονομα βοανεργησ ο εστιν υιοι βροντησ D ; και τον ιακωβον του ζεβεδαιου και τον ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοισ ονομα βοανεργησ ο εστιν υιοι βροντησ Dc ; Καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς: KJTR, RP, ST ; καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάνην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ὄνομα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), WH (omission)
18 καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Καναναῖον,
και ανδρεαν και φιλιππον και βαρθολομαιον και ματθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον καναναιον C, SR και ανδραιαν και φιλιππον και βαρθολομαιο και ματθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον καναναιον ℵ ; και ανδρεαν και φιλιππον και βαρθολομαιον και ματθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον κανανειτην A ; και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιο και σιμωνα τον καναναιον B ; ησαν δε ουτοι σιμων και ανδρεασ ιακωβοσ και ιωανησ φιλιπποσ και μαρθολομεοσ και μαθθεοσ και θωμασ και ιακωβοσ ο του αλφαιου και σιμων ο κανανεοσ W ; και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και λεββαιον και σιμωνα το καναναιον D ; Καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, KJTR, RP, ST ; καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον WH (substitution)
19 καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.
καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. SR, WH και ιουδαν ισκαριωθ οσ και παρεδωκε αυτον B, ℵ ; και ιουδαν ισκαριωτην οσ και παρεδωκεν αυτο A ; και ιουδασ ισκαριωτησ ο και παραδουσ αυτο W ; και ιουδαν ισκαριωθ οσ και παρεδωκεν αυτον C ; και ιουδασ σκαριωθ οσ και παρεδωκεν αυτον D ; Καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν: KJTR, RP, ST (substitution)
20 Καὶ ἔρχεται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
¶Καὶ ἔρχεται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. SR, WH και ερχεται εισ οικον και συνερχεται παλιν οχλοσ ωστε μη δυνασθαι αυτουσ μητε αρτον φαγιν ℵ ; και ερχονται εισ οικον και συνερχετε παλιν ο οχλοσ ωστε μη δυνασθαι αυτουσ μηδε αρτον φαγειν A ; και ερχεται εισ οικον και συνερχεται παλιν ο οχλοσ ωστε μη δυνασθαι αυτουσ μηδε αρτον φαγειν B ; και ερχεται εισ οικον και συνερχεται παλιν οχλοσ ωστε μη δυνασθαι αυτουσ μηδε αρτον φαγειν W ; και ερχονται εισ οικον και συνερχεται παλιν οχλοσ ωστε μη δυνασθαι αυτουσ μητε αρτον φαγειν C ; και εισερχονται εισ οικον και συνερχεται παλιν ο οχλοσ ωστε μη δυνασθαι μητε αρτουσ φαγειν D ; καὶ ἔρχονται εἴς οἶκον. ⋄Καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν. KJTR, RP, ST (substitution)
21 Καὶ ἀκούσαντες, οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ, ὅτι “Ἐξέστη.”
Καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ, ἐξῆλθον κρατῆσαι αὐτόν: ἔλεγον γὰρ, ὅτι Ἐξέστη. KJTR, RP, SR, ST, WH και ακουσατεσ οι παρ αυτου \εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη ℵ ; και ακουσαντεσ οι παρ αυτου εξηλθον κρατησαι αυτο ελεγον γαρ οτι εξεστη A ; και ακουσαντεσ οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη B, C ; και ακουσαντεσ περι αυτου οι γραμματεισ και οι λοιποι εξηλθον κρατησαι αυτον ελεγαν γαρ οτι εξηρτηνται αυτου W ; και οτε ηκουσαν περι αυτου οι γραμματειν και οι λοιποι εξηλθον κρατησαισαι αυτον ελεγον γαρ οτι εξεσταται αυτουσ D ; και οτε ηκουσαν περι αυτου οι γραμματειν και οι λοιποι εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεσταται αυτουσ Dc (substitution)
22 Καὶ οἱ γραμματεῖς, οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον, ὅτι “Βεελζεβοὺλ ἔχει”, καὶ, ὅτι “Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.”
βεελζεβουλ ] και οι γραμματεισ οι απο ιεροσολυμων καταβαντεσ ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια A, D, ℵ ; και οι γραμματεισ οι απο ιεροσολυμων καταβαντεσ ελεγον |οτι βεεζεβουλ εχει και οτι εν τω αρχοντι τω δαιμονιων εκβαλλει τα δαιμονια B ; και οι απο ιεροσολυμων καταβαντεσ γραμματισ \ελεγον οτι βεελζεβουλ εχει τον αρχοντα των δαιμονιων και δι αυτου εκβαλλει τα δαιμονια W ; και οι γραμματεισ οι απο ιεροσολυμων καταβατεσ ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια C ; καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἰεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεεζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. WH (substitution)
23 Καὶ προσκαλεσάμενος αὐτοὺς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, “Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; KJTR, RP, SR, ST, WH και προσκαλεσαμενοσ αυτουσ εν παραβολαισ ελεγε αυτοισ πωσ δυναται σατανασ σαταναν εκβαλλειν ℵ ; και προσκαλεσαμενοσ αυτουσ εν παραβολαισ ελεγεν αυτοισ πωσ δυναται σατανασ σαταναν εκβαλλειν A, C ; και προσκαλεσαμενοσ αυτουσ εν παραβολαισ ελεγεν αυτοισ πωσ δυναται σατανασ σαταναν εκβαλλει B ; και προσκαλεσαμενοσ αυτουσ ειπεν αυτοισ εν παραβολαισ πωσ δυναται σατανασ σαταναν εκβαλλιν W ; και προσκαλεσαμενοσ αυτουσ εν παραβολαισ ελεγεν ο κσ ιησ πωσ δυναται σατανασ σαταναν εκβαλειν D (substitution)
24 Καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.
|και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη A, B, C, D, KJTR, RP, SR, ST, W, WH και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηνε η βασιλεια εκεινη ℵ (substitution)
25 Καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι.
σταθηναι ] και εαν οικια εφ εαυτην μερισθη ου δυναται σταθηναι η οικια εκεινη A, KJTR, RP, ST ; και εαν οικια εφ εαυτην μερισθη ου δυνησεται η οικια εκεινη στηναι B, WH ; καν οικεια εφ εαυτην μερισθη ου δυναται σταθηναι W ; και εαν οικια εφ εαυτην μερισθη ου δυναται η οικεια εκεινη εσταναι D (substitution)
26 Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι, ἀλλὰ τέλος ἔχει.
Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι, ἀλλὰ τέλος ἔχει. SR, WH και ει ο σατανασ ανεστη εφ εαυτο εμερισθη και ου δυναται στηναι αλλα τελοσ εχει ℵ ; και ει ο σατανασ ανεστη εφ εαυτον και μεμερισται ου δυναται σταθηναι αλλα τελοσ εχει A ; και ει ο σατανασ ανεστη εφ εαυτον και εμερισθη ου δυναται στηναι αλλα τελοσ εχει B ; και εαν ο σατανασ εφ εαυτον εμερισθη ου δυναται σταθηναι η βασιλεια αυτου αλλα τελοσ εχει W ; και ει ο σατανασ εφ εαυτον ανεστη εμερισθη και ου δυναται στηναι αλλα τελοσ εχει C ; και εαν ο σατανασ σαταναν εκβαλλει μεμερισθαι εφ εαυτον ου δυναται σταθηναι η βασιλεια αυτου αλλα το τελοσ εχει D ; Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν, καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. KJTR, RP, ST (substitution)
27 Ἀλλʼ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
Ἀλλʼ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. SR, WH αλλ ου δυναται ουδισ εισελθων εισ την οικιαν του ισχυρου τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει ℵ ; ουδεισ δυναται τα σκευη του ισχυρου εισελθων εισ την οικιαν αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπαση A ; αλλ ου δυναται ουδεισ εισ την οικιαν του ισχυρου εισελθων τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει B, C ; ουδεισ δυναται τα σκευη του ισχυρου διαρπασαι εισελθων εισ την οικειαν εαν μη πρωτον τον ισχυρον δηση και τοτε τα σκευη αυτου διαρπαση W ; ουδεισ δυναται τα σκευη του ισχυρου εισελθων εισ την οικιαν διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπαζει D ; Οὐ δύναται Οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ· καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. KJTR, ST ; Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ. RP (substitution)
28 Ἀμὴν, λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι, ὅσα ἐὰν βλασφημήσωσιν.
¶Ἀμὴν, λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι, ὅσα ἐὰν βλασφημήσωσιν. SR, WH αμην λεγω υμιν οτι παντα αφεθησετε τοισ ανοισ ανων τα αμαρτηματα και αι βλασφημιαι οσα αν βλασ|φημησωσιν ℵ ; αμην λεγω υμιν οτι παντα αφεθησετε τοισ υιοισ τω ανων τα αμαρτηματα και αι βλασφημιαι οσα αν βλασ|φημησωσιν ℵc ; αμην λεγω υμιν οτι παντα αφεθησεται τοισ υιοισ των ανων τα αμαρτηματα και αι βλασφημειαι οσασ αν βλασφημησωσιν A ; αμη λεγω υμιν οτι παντα αφεθησεται τοισ υιοισ των ανθρωπων τα αμαρτηματα και αι βλασφημιαι οσα εαν βλασφημησωσιν B ; αμην λεγω υμιν οτι παντα τα αμαρτηματα αφεθησεται τοισ υιοισ των ανων και αι βλασφημιαι W ; αμην λεγω υμιν οτι παντα αφεθησεται τοισ υιοισ των ανων τα αμαρτηματα και αι βλασφημειαι οσασ εαν βλασφημησωσιν C ; αμην λεγω υμειν οτι παντα αφιθησεται τοισ υιοισ των ανθρωπων τα αμαρτηματα και βλασφημιαι οσα αν βλασφημησωσιν D ; αμην λεγω υμειν οτι παντα αφεθησεται τοισ υιοισ των ανθρωπων τα αμαρτηματα και βλασφημιαι οσα αν βλασφημησωσιν Dc ; Ἀμὴν λέγω ὑμῖν, ὅτι Πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν: KJTR, RP, ST (substitution)
29 Ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ ˚Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος”–
Ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ ˚Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος”– SR, WH οσ δ αν βλασφημηση εισ το πνα το αγιον ουκ εχι αφεσιν εισ τον αιωνα αλλα ενοχοσ εσται αιωνιου αμαρτηματοσ ℵ ; οσ δ αν βλασφημηση εισ το πνα το αγιον ουκ εχει αφεσιν εισ τον αιωνα αλλα ενοχοσ εστιν αιωνιου κρισεωσ A ; οσ δ αν βλασφημηση εισ το πνευμα το αγιον ουκ εχει αφεσιν εισ τον αιωνα αλλ ενοχοσ εστιν αιωνιου αμαρτηματοσ B ; οσ δ αν βλασφημηση το πνα το αγιον ουκ εχει αφεσιν αλλα ενοχοσ εστιν αιωνιου αμαρτιασ W ; οσ δ αν βλασφημη\ση εισ το πνα το αγιον ουκ εχει αφεσιν εισ τον αιωνα αλλ ενοχοσ εστιν αιωνιου +αμαρτιασ C ; οσ αν δε τισ βλασφημηση το πνα το αγιον ουκ εχει αφεσιν αλλα ενοσ εσται αιωνιου αμαρτιασ D ; οσ αν δε τισ βλασφημηση το πνα το αγιον ουκ εχει αφεσιν αλλα ενοχοσ εσται αιωνιου αμαρτιασ Dc ; Ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλʼ ἔνοχός ἐστιν αἰωνίου κρίσεως: KJTR, RP, ST (substitution)
30 ὅτι ἔλεγον, “Πνεῦμα ἀκάθαρτον ἔχει.”
οτι ελεγον πνευμα ακαθαρτον εχει A, B, KJTR, RP, SR, ST, WH οτι ελεγον πνα ακαθαρτον εχει ℵ ; οτι ελεγον πνα ακαθαρτον εχειν αυτον W ; οτι ελεγον πνευμα ακαθαρτον αυτον εχει C ; οτι ελεγον πνα ακαθαρτον εχειν D (substitution)
31 Καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω στήκοντες, ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν.
ερχεται ] και ερχεται η μηρ αυτου και οι αδελφοι αυτου και εξω σταντεσ απεστιλαν προσ αυτον καλουντεσ αυτο ℵ ; ερχονται ουν οι αδελφοι αυτου και η μηρ αυτου και εξω εστωτεσ απεστειλαν προσ αυτον ζητουντεσ αυτον A ; και ερχονται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντεσ απε|στειλαν προσ αυτον καλουντεσ αυτον B ; και ερχεται αυτου η μητηρ και οι αδελφοι αυτου και εξω εστωτεσ απεστιλα προσ αυτον καλουντεσ αυτον W ; και ερχονται η μηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντεσ απεστειλαν προσ αυτον καλουντεσ αυτον C ; και ερχεται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω εστωτεσ απεστειλαν προσ αυτον φωνουντεσ αυτον D ; ¶Ἔρχονται οῦν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ, ἔξω ἑστῶτες, ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν. KJTR, RP, ST (substitution)
32 Καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ, “Ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου, ἔξω ζητοῦσίν σε.”
και αι αδελφαι σου ] και εκαθητο προσ αυτον οχλοσ και λεγουσιν αυτω ιδου η μηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε ℵ ; και εκαθητο περι αυτον οχλοσ και λεγουσιν αυτω ιδου η μηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε C, ℵc ; και εκαθητο περι αυτον οχλοσ ειπον δε αυτω ιδου η μηρ σου και οι αδελφοι σου και αι αδελφαι σου εξω ζητουσιν σε A ; και εκαθητο περι αυτον οχλοσ και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε B ; και εκαθητο περι αυτον οχλοσ και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω στηκουσιν ζητουντεσ σε W ; και εκαθητο προσ τον οχλο και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου και αι αδελφαι σου εξω ζητουσιν σε D ; Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν, εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε. KJTR ; Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε. RP ; καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε. ST (substitution)
33 Καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, “Τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου;”
μου ] και αποκριθεισ αυτοισ λεγει τισ εστι η μηρ μου και οι αδελφοι μου ℵ ; και απεκριθη αυτοισ λεγων τισ εστιν η μηρ μου η οι αδελφοι μου A ; και αποκριθεισ αυτοισ λεγει τισ εστιν η μητηρ μου και οι αδελφοι B ; οσ δε απεκριθη και ειπεν αυτοισ τισ εστιν η μητηρ και οι αδελφοι μου W ; και αποκριθεισ λεγει αυτοισ τισ εστιν η μηρ μου και οι αδελφοι μου C ; και απεκριθη αυτοισ λεγων τισ εστιν η μητηρ μου η αδελφοι D ; Καὶ ἀπεκρίθη αὐτοῖς, λέγων, Τίς ἐστιν ἡ μήτηρ μου, ἤ οἱ ἀδελφοί μου; KJTR, RP, ST ; καὶ ἀποκριθεὶς αὐτοῖς λέγει Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί; WH (substitution)
34 Καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν, κύκλῳ καθημένους λέγει, “Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου!
Καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν, κύκλῳ καθημένους λέγει, “Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου! SR, WH και περιβλεψαμενοσ τουσ περι αυτον κυκλω καθημενουσ λεγει ειδε η μηρ μου και οι αδελφοι μου ℵ ; και περιβλεψαμενοσ κυκλω τουσ περι αυτον καθημενουσ λεγει ιδου η μηρ μου και οι αδελφοι μου A ; περιβλεψαμενοσ τουσ περι αυτον κυκλω καθημενουσ λεγει ιδε η μητηρ μου και οι αδελφοι μου B ; και περιβλεψαμενοσ κυκλω αυτου καθημενουσ τουσ \μαθητασ λεγει ειδε η μητηρ μου και οι αδελφοι μου W ; και περιβλεψαμενοσ τουσ περι αυτον κυκλω καθημενουσ λεγει ιδε η μηρ μου και οι αδελφοι μου C ; και περιβλεψαμενοσ τουσ κυκλω καθημενουσ ειπεν ιδου η μητηρ μου και οι αδελφοι μου D ; Καὶ περιβλεψάμενος κύκλῷ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου! KJTR, RP, ST (substitution)
35 Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ ˚Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.”
γαρ ] οσ γαρ αν ποιηση το θελημα του θυ ουτοσ αδελφοσ μου και αδελφη και μηρ εστιν A, ℵ ; οσ αν ποιηση τα θεληματα του θυ ουτοσ αδελφοσ μου και αδελφη και μητηρ εστιν B ; και οσ αν ποιη το θελημα του θυ ουτοσ μου αδελφοσ και αδελφη και μητηρ εστιν W ; οσ γαρ αν ποιηση το θελημα του θυ ουτοσ αδελφοσ μου και αδελφη μου και μηρ εστιν C ; οσ γαρ αν ποιηση το θελημα του θυ ουτοσ μου αδελφοσ και αδελφη και μητηρ εστιν D ; Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ ἐστίν. KJTR, RP ; ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί. ST ; ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. WH (substitution)