1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
¶Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. KJTR, RP, SR παρησαν δε τινεσ εν αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλιλαιων ων το αιμα πειλατοσ εμιξεν μετα των θυσιων αυτων ℵ ; παρησαν δε τεινεσ εν αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλιλαιων ων το αιμα πειλατοσ εμαξεν μετα των θυσιων αυτων A ; παρησαν δε τεινεσ εν αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλιλαιων ων το αιμα πειλατοσ εμιξεν μετα των θυσιων αυτων Ac ; παρησαν δε τινεσ εν αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλειλαιω ων το αιμα πειλατοσ |εμειξεν μετα των θυσιων αυτων B ; παρησαν δε τινεσ εν αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλιλαιων ων το αιμα πιλατοσ εμειξε μετα των θυσιων αυτων W ; παρησαν δε τινεσ αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλιλαιων ων το αιμα πειλατοσ εμειξεν μετα των θυσιων αυτων D ; παρησαν δε τινεσ εν αυτωι τωι καιρωι απαγγελλοντεσ αυτωι περι των γαλιλαιων*&0 U0001D513⁴⁵ ; παρησαν δε τινεσ εν αυτω τω καιρω απαγγελλοντεσ περι των γαλιλαιων ων το αιμα πειλατοσ εμειξεν μετα θυσιων αυτων U0001D513⁷⁵ ; ¶Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. ST ; ¶Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. WH (substitution)
2 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι, ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν;
Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι, ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; SR και αποκριθεισ ειπεν αυτοισ δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι πα|ρα παντασ τουσ γαλιλαιουσ εγενοντο οτι ταυτα πεποθασιν ℵ ; και αποκριθεισ ο ισ ειπεν αυτοισ δοκειται οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντασ τουσ γαλιλαιουσ εγενοντο οτι τοιαυτα πεπονθασιν A ; και αποκριθεισ ειπεν αυτοισ δοκειτε οτι οι γαλειλαιοι ουτοι αμαρτωλοι παρα παντασ τουσ γαλειλαιουσ εγενοντο οτι ταυτα πεπονθασιν B ; και αποκριθεισ ο ισ δοκειται οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντασ τουσ γαλιλαιουσ εγενοντο \οτι τοιαυτα πεπονθασιν W ; και αποκριθεισ ο ιησ ειπεν αυτοισ δοκειτε οτι ουτοι οι γαλιλαιοι παρα παντασ τουσ γαλιλαιουσ εγενοντο αμαρτωλοι οτι ταυτα πενπονθασιν D ; και αποκριθεισ ειπεν αυτοισ δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντασ τουσ γαλιλαιουσ εγενοντο οτι τοιαυτα πεπονθασιν U0001D513⁷⁵ ; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; KJTR, RP, ST ; καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν; WH (substitution)
3 Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.
Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε. SR, WH ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντεσ ομοιωσ απολεισθε U0001D513⁷⁵, ℵ ; ουχι λεγω υμιν αλλ εαν μη μετανοησητε παντεσ ωσαυτωσ απολεισθε A ; ουχι λεγω υμιν αλλ εαν μη μετανοητε πατεσ ομοιωσ απολεισθε B ; ουχει λεγω υμι αλλ εαν μη μετανοητε παντεσ ωσαυτωσ απολεισθαι W ; ουχι λεγω υμειν αλλα εαν μη μετανοησητε παντεσ ομοιωσ απολεισθαι D ; Οὐχί: λέγω ὑμῖν, ἀλλʼ, ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. KJTR, RP, ST (substitution)
4 Ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ;
δεκαοκτω ] η εκεινοι οι δεκαοκτω εφ ουσ επεπεσεν ο πυργοσ εν τω σιλωαμ και απεκτινεν αυτουσ δοκειται οτι αυτοι οφιλεται εγενοντο παρα παντασ τουσ ανθρωπουσ τουσ κατοικουντασ εν ιερουσαλημ ℵ ; η εκεινοι οι δεκα και οκτω εφ ουσ επεσεν ο πυργοσ εν τω σιλωαμ και απεκτεινεν \αυτουσ δοκειτε οτι αυτοι οφιλεται εγενοντο παρα παντασ τουσ ανουσ τουσ κατοικουντασ εν ιλημ A ; η εκεινοι οι δεκαοκτω εφ ουσ επεσεν ο πυργοσ εν τω σιλωαμ και απεκτεινεν αυτουσ δοκειτε οτι αυτοι οφειλεται εγενοντο παρα παντασ τουσ ανθρωπουσ τουσ κατοικουντασ ιερουσαλημ B ; η εκεινοι οι δεκα και οκτω εφ ουσ επεσεν ο πυργοσ εν τω σιλωαμ και απεκτινεν αυτουσ δοκειται οτι αυτοι οφειλεται εγενοντο παρα παντασ ανθρωπουσ τουσ κατοικουντασ εν ιερουσαλημ W ; η εκεινοι οι δεκαοκτω εφ ουσ επεσεν ο πυργοσ του σιλωαμ και απεκτεινεν αυτουσ δοκειτε οτι οφειλεται εγενοντο παρα παντασ τουσ ανθρωπουσ τουσ ενοικουνταο ιερουσαλημ D ; η εκεινοι οι δεκαοκτω εφ ουσ επεσεν ο πυργοσ του σιλωαμ και απεκτεινεν αυτουσ δοκειτε οτι οφειλεται εγενοντο παρα παντασ τουσ ανθρωπουσ τουσ ενοικουντασ ιερουσαλημ Dc ; η εκεινοι οι $ιη εφ ουσ επεσεν ο πυργοσ ε τω σειλωαμ και απεκτεινεν αυτουσ δοκειτε οτι αυτοι οφειλεται εγενοντο παρα παντασ τουσ ανουσ τουσ κατοικουντασ \ιλημ U0001D513⁷⁵ ; Ἢ ἐκεῖνοι οἱ δέκα καὶ οκτώ, ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ, καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ; KJTR, RP, ST (substitution)
5 Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.”
μετανοητε ] οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοήσητε πάντες ὡσαύτως ἀπολεῖσθε. WH ; ουχι λεγω υμιν αλλ εαν μη μετανοησητε παντεσ ωσαυτωσ απολεισθαι ℵ ; ουχι λεγω υμιν αλλ εαν μη μετανοησητε παντεσ ομοιωσ απολεισθε A ; ουχι λεγω υμιν αλλ εαν μη μετανοητε πατεσ ωσαυτωσ απολεισθε B ; ουχει λεγω υμιν αλλ εαν μη μετανοειτε παντεσ ομοιωσ απολεισθαι W ; ουχι λεγω δε υμειν οτι εαν μη μετανοησηται παντεσ ομοιωσ απολεισθαι D ; ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντεσ ομοιωσ απολεισθε U0001D513⁷⁵ (substitution)
6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν: “Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.
¶Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν: “Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. SR, WH ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τισ πεφυτευμενην εν ανπελωνι αυτου και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν ℵ ; ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τισ εν τω αμπελωνι αυτου πεφυτευμενην και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρε A ; ελεγεν δε ταυτη την παραβολην συκη ειχεν τισ πεφυτευμενην εν τω αμπελωνι αυτου και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν B ; ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τισ πεφυτευμενην ε τω αμπελωνι αυτου και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν W ; ελεγεν δε ταυτην την παραβολην συκην τισ ειχεν πεφυτευμενην εν τω αμπελωνι αυτου και ηλθεν ζητων καρπον απ αυτησ και μη ευρων D ; \0&*και ηλθεν +ζητων +καρπον εν αυτηι και ουχ ευρεν U0001D513⁴⁵ ; ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τισ πεφυτευμενην εν τω αμπελωνι αυτου και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν U0001D513⁷⁵ ; ¶Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην· καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. KJTR, RP ; Ἔλεγε δὲ ταύτην τὴν παραβολὴν, Συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὑτοῦ πεφυτευμένην, καὶ ἦλθε καρπὸν ζητῶν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. ST (omission)
7 Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, ‘Ἰδοὺ, τρία ἔτη ἀφʼ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ;’
ουν ] ειπεν δε προσ τον αμπελουργον ιδου τρια ετη αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινα τι και την γην καταργει ℵ ; ειπεν δε προσ τον αμπελουργον ιδου τρια ετη ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον ουν αυτην ινα τι και τη γην καταργει A ; ειπε δε προσ τον αμπελουργον ιδου τρια ετη αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινα τι και τον τοπον καταργει B ; ειπε δε προσ τον αμπελουργον ιδου τρια ετη αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινα τι και την γην καταργει Bc ; ειπεν δε προσ τον αμπελουργον ιδου τρια ετη ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινα τι και την γην καταργει W ; ειπεν προσ τον αμπελουργον ιδου ετη τρια αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουκ ευρισκω φερε την αξεινην εκκοψον αυτην ινα τι και την γην καταργει D ; ειπεν +δε προσ τον αμπελουργον ιδου +τρια +ετη +αφ +ου ερχομαι ζητων καρπον εν τηι συκηι ταυτηι και ουχ ευρισκω εκκοψον αυτην ινα τι και την γην καταργει U0001D513⁴⁵ ; ειπεν δε προσ τον αμπελουργον ιδου τρια ετη αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον ουν αυτην ινα τι και την γην καταργει U0001D513⁷⁵ ; Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω: ἔκκοψον αὐτήν· ἱνα τί καὶ τὴν γῆν καταργεῖ; KJTR, RP ; εἶπε δὲ πρὸς τὸν ἀμπελουργὸν, Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ST (substitution)
8 Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, ‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω κοπρία: KJTR, RP, SR, WH ο δε αποκριθεισ λεγει αυτω κε αφεσ αυτην και τουτο το το ετοσ εωσ οτου σκαψω περι αυτην και βαλω κοπρια ℵ ; ο δε αποκριθεισ λεγει αυτω κε αφεσ αυτην και τουτο το ετοσ εωσ οτου σκαψω περι αυτην και βαλω κοπρια A, B, U0001D513⁷⁵, W ; ο δε αποκριθεισ λεγει αυτω κε αφεσ αυτην ετι τουτον τον ενιαυτον εωσ οτου σκαψω περι αυτην και βαλω κοφινον κοπριων D ; ο δε λεγει αυτωι κε αφεσ αυτην και τουτο το ετοσ εωσ οτου σκαψω περι αυτην και βαλω κοπρια U0001D513⁴⁵ ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπριαν, ST (substitution)
9 κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον, εἰ δὲ μή γε ἐκκόψεις αὐτήν.’”
μη γε ] κα μεν ποιηση καρπον ει δε μη γε εισ το μελλον εκκοψεισ αυτην W ; καν μεν ποιηση καρπον εισ το μελλον ει δε μη γε \εκκοψεισ αυτην B, U0001D513⁷⁵, ℵ ; καν μεν ποιηση καρπον ει δε μη γε εισ το μελλο εκκοψεισ αυτην A ; και εαν μεν ποιηση καρπον ει δε μη γε εισ το μελλον εκκοψεισ αυτην D ; και εαν μεν ποιηση καρπον ει +δε μη γε εισ +το +μελλον εκκοψον αυτην U0001D513⁴⁵ ; Κἂν μὲν ποιήσῃ καρπὸν: εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. KJTR ; κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. RP, ST ; κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον– εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν. WH (substitution)
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς Σάββασιν.
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. KJTR, RP, SR, WH ην δε διδασκων εν μια των συναγωγων εν τοισ σαββασιν A, U0001D513⁷⁵, W, ℵ ; ην δε διδασκων εν μια τω συναγωγων εν τοισ σαββασιν B ; ην δε διδασκων εν μια των συναγωγων σαββατω D ; ην δε διδασκων τοισ σαββασιν εν μια των συναγωγων U0001D513⁴⁵ ; ¶Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι· ST (substitution)
11 Καὶ ἰδοὺ, γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
δεκαοκτω ] και ιδου γυνη πνα εχουσα ασθενιασ ετη δεκαοκτω και ην συκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ ℵ ; και ιδου γυνη ην πνευμα εχουσα ασθενειασ ετη δεκα και οκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυμψαι εισ το παντελεσ A ; και ιδου γυνη πνευμα εχουσα ασθενειασ δεκαοκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ B ; και ιδου γυνη πνευμα εχουσα ασθενειασ ετη δεκαοκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ Bc ; και ιδου ην γυνη πνα εχουσα ασθενιασ ετη δεκαοκτω και ην συνκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ W ; και ιδου γυνη εν ασθενεια ην πνσ ετη $ιη και ην συνκαπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ D ; και ιδου γυνη πνα εχουσα ασθενειασ ετη $ιη και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ U0001D513⁴⁵ ; και ιδου γυνη πνα εχουσα ασθενειασ ετη $ιη και ην συνκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ U0001D513⁷⁵ ; ¶Καὶ, ἰδού, γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. KJTR, RP, ST ; καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκαὀκτώ, καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. WH (substitution)
12 Ἰδὼν δὲ αὐτὴν, ὁ ˚Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, “Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.”
Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς, προσεφώνησεν, καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. KJTR, RP, SR, WH ιδων δε αυτην ο ισ προσεφωνησεν και ειπε αυτη γυναι απολελυσαι απο τησ ασθενιασ σου ℵ ; ιδων δε αυτην ο ισ προσεφωνησε και ειπεν αυτη γυναι απολελυσαι απο τησ ασθενειασ σου A ; ιδων δε αυτην ο ισ προσεφωνησεν και ειπεν αυτη γυναι απολελυσαι τησ ασθενειασ σου B, U0001D513⁷⁵ ; ιδων δε αυτην ο ισ προσεφωνησεν ϗ ειπε \αυτη γυναι απολελυσαι τησ ασθενιασ σου W ; ειδων δε αυτην ο ιησ ειπεν αυτη γυναι απολελυσαι απο τησ ασθενειασ σου D ; ιδων δε αυτην προσεφωνησεν και ειπε αυτηι γυναι απολελυσαι τησ ασθενειασ σου U0001D513⁴⁵ ; ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε· καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. ST (substitution)
13 Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν ˚Θεόν.
Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας: καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν Θεόν. KJTR, RP, SR, WH και επεθηκεν αυτη τασ χιρασ και παραχρημα ανωρθωθη και εδοξαζον τον θν ℵ ; και επεθηκεν αυτη τασ χιρασ και παραχρημα ανωρθωθη και εδοξαζεν τον θν ℵc ; και επεθηκεν αυτη τασ χειρασ και παραχρημα ανορθωθη και εδοξαζεν τον θν A ; και επεθηκεν αυτη τασ χειρασ και παραχρημα ανορθωθη και εδοξαζεν το θν B ; και επεθηκεν αυτη τασ χειρασ και παραχρημα ανωρθωθη και εδοξαζεν τον θν W ; και επεθηκεν τασ χειρασ αυτη και παραχρημα ανορθωθη και εδοξαζεν τον θν D ; \0&*χειρασ και παραχρημα ανωρθωθη και εδοξαζεν τον θν P138 ; και επεθηκε αυτηι τασ χειρασ και παραχρημα ανωρθωθη και εδοξασεν τον θν U0001D513⁴⁵ ; και επεθηκεν επ αυτη τασ χειρασ και παραχρημα ανορθωθη και εδοξαζεν τον θν U0001D513⁷⁵ ; Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν. ST (substitution)
14 Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ ˚Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, ὅτι “Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου.”
Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ ˚Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, ὅτι “Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου.” SR, WH αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ισ ελεγεν τω οχλω οτι εξ ημεραι εισιν εν αυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου ℵ ; αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ισ ελεγεν τω οχλω οτι εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν αυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου ℵc ; αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ισ ελεγε τω οχλω εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν αυταισ συνερχομενοι θεραπευεσθαι και μη τη ημερα του σαββατου A ; αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτω οτι τω σαββατω εθεραπευσεν ο ισ ελεγεν τω οχλω οτι εξ ημεραι εισιν δει εργαζεσθαι εν αυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου B ; αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτω οτι τω σαββατω εθεραπευσεν ο ισ ελεγεν τω οχλω οτι εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν αυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου Bc ; αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ισ ελεγεν τω οχλω εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν αυταισ ουν ερχομενοι θεραπευεσθαι και μη τη ημερα του σαββατου W ; αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων ελεγεν τω οχλω οτι τω σαββατω εθεραπευσεν ιησ εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν ταυταισ ουν ερχομενοι θεραπευεσθαι και μη τη ημερα του σαββατου D ; αποκριθεισ +δε ο αρχισυναγωγοσ αγανακτων +οτι +τω +σαββατω +εθεραπευσεν +ο ιησ ελεγεν +τω +οχλω +οτι εξ ημεραι εισιν +εν +αισ δει εργαζεσθαι εν αυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου P138 ; αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων οτι τωι σαββατωι εθεραπευσεν ο ιη ελεγεν τωι οχλωι εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν αυταισ ουν ερχομενοι θεραπευεσθε και μη τηι ημερα του σαββατου U0001D513⁴⁵ ; αποκριθεισ ο αρχισυναγωγοσ αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ισ ελεγεν τω οχλω οτι εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν αυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου U0001D513⁷⁵ ; Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ἀγανακτῶν, ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι: ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. KJTR, RP ; Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ST (substitution)
15 Ἀπεκρίθη δὲ αὐτῷ ὁ ˚Κύριος καὶ εἶπεν, “Ὑποκριταί! Ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει;
απαγαγων ] Ἀπεκρίθη οὖν αὐτῷ ὁ κύριος, καὶ εἶπεν, Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; RP ; απεκριθη δε αυτω ο κσ και ειπεν υποκριται εκαστοσ υμων ου λυει τον βουν αυτου η τον ονον απο τησ φατνησ και απαγω ποτιζει ℵ ; απεκριθη ουν αυτω ο κσ και ειπεν υποκριται εκαστοσ υμω εν τω σαββατω ου λυει το βουν αυτου η την ονον απο τησ φατνησ και απαγαγων ποτιζει A ; απεκριθη δε αυτω ο κσ και ειπεν υποκριται εκαστοσ υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο τησ φατνησ και απαγων ποτιζει B ; απεκριθη δε αυτω ο κσ και ειπεν υποκριται εκαστοσ υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο τησ φατνησ και απαγαγων ποτιζει Bc, P138, U0001D513⁷⁵ ; απεκριθη ουν αυτω ο κσ και ειπεν υποκριτα εκαστοσ υμων εν σαββατω ου λυει τον βουν αυτου η τον ονον απο τησ πατνησ και απαγαγων ποτιζει W ; απεκριθη δε αυτω ο ιησ και ειπεν υποκριτα εκαστοσ υμων τω σαββατω ου λυει τον βουν αυτου και τον ονον απο τησ φατνησ και απαγαγων ποτειζει D ; αποκριθεισ δε αυτωι ο κσ ειπεν υποκριτα εκαστοσ υμων τωι σαββατωι ου λυει αυτου τον βουν η τον ονον απο τησ φατνησ και απαγαγων ποτιζει U0001D513⁴⁵ ; Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν, Ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὑτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; KJTR, ST ; ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπάγων ποτίζει; WH (substitution)
16 Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου;”
Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; KJTR, RP, SR, ST, WH ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανασ ιδου δεκα και οκτω ετη ουκ εδι λυθηναι απο του δεσμου τουτου τη ημερα του σαβ|βατου ℵ ; ταυτην δε θυγατερα αβρααμ ουσαν |ην εδησεν ο σατανασ ιδου δεκα και οκτω ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου A, B, P138, W ; ταυτην δε θυγατερα του αβρααμ ουσαν ην εδησεν ο σατανασ ιδου ετη $ιη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου D ; ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανασ ιδου $ιη ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τηι ημερα του σαββατου U0001D513⁴⁵ ; ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησε \ο σατανασ ιδου +$ιη ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου U0001D513⁷⁵ ; ταυτην δε θυγατερα αβρααμ σαν ην εδησε \ο σατανασ ιδου +$ιη ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου U0001D513⁷⁵c (substitution)
17 Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.
Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ: καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ. KJTR, RP, SR, WH και ταυτα λεγοντοσ αυτου κατησχυνοντο παντεσ οι αντικειμενοι αυτω και πασ ο οχλοσ εχαιρεν επι πασιν τοισ ενδοξοισ τοισ λεγομενοισ υπ αυτου ℵ ; και ταυτα λεγοντοσ αυτου κατησχυνοντο παντεσ οι αντικειμενοι αυτω και πασ ο οχλοσ εχαιρεν επι πασιν τοισ ενδοξοισ τοισ γεινομενοισ υπ αυτου A, W ; και ταυτα λεγοντοσ αυτου κατησχυνοντο παντεσ οι αντικειμενοι αυτω και πασ ο οχλοσ εχαιρεν επι πασιν τοισ ενδοξοισ τοισ γενομενοισ υπ αυτου B ; και κατησχυνθησαν οι αντικειμενοι αυτω και πασ ο οχλοσ εχαιρεν εν πασιν οισ εθεωρουν ενδοξοισ υπ αυτου γεινομενοισ D ; και*0 P138 ; και ταυτα λεγοντοσ αυτου κατησχυνοντο οι αντικειμενοι αυτωι και πασ ο οχλοσ εχαιρεν εν πασιν τοισ ενδοξοισ τοισ γεινομενοισ υπ αυτου U0001D513⁴⁵ ; και ταυτα λεγοντοσ αυτου κατησχυνοντο πατεσ οι αντικειμενοι αυτω και πασ ο οχλοσ εχαιρεν επι πασι τοισ ενδοξοισ τοισ γεινομενοισ υπ αυτου U0001D513⁷⁵ ; Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ. ST (omission)
18 Ἔλεγεν οὖν, “Τίνι ὁμοία ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
¶Ἔλεγεν οὖν, “Τίνι ὁμοία ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; SR, WH ελεγεν ουν τινι ομοια εστιν η βασιλια του θυ και τινι ομοιωσω αυτην ℵ ; ελεγεν δε τινι ομοια εστιν η βασιλεια του θυ και τινι ομοιωσω αυτην A, D, W ; ελεγεν ουν τινι ομοια εστιν η βασιλεια του θυ και τινι ομοιωσω αυτην B, U0001D513⁴⁵ ; ελεγεν ουν τινι ομοια εστι η βασιλεια του θυ και τινι ομοιωσω αυτην U0001D513⁷⁵ ; ¶Ἔλεγεν δέ, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ; καὶ τίνι ὁμοιώσω αὐτήν; KJTR, RP ; Ἔλεγε δὲ, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; ST (substitution)
19 Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν, ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ ‘Τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.’”
Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν, ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ ‘Τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.’” SR, WH ομοια εστι κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εισβαλε εισ κηπον αυτου και ηυξησεν και εγενετο εισ δενδρον και τα πετινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου ℵ ; ομοια εστι κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εβαλε εισ τον κηπον αυτου και ηυξησεν και εγενετο εισ δενδρον και τα πετινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου ℵc ; ομοια εστιν κοκκω σιναπεωσ ον λαβω ανοσ εβαλεν εισ κηπον εαυτου και ηυξησεν και εγενετο εισ δενδρον μεγα και τα πετεινα του ουνου κατεσκηνουν εν τοισ κλαδοισ αυτου A ; ομοια εστιν κοκκω σιναπεωσ ον λαβω ανθρωποσ εβαλεν εισ κηπον εαυτου και ηυξησεν και εγενετο εισ δενδρον και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου B ; ομοια εστιν κοκκω σιναπεωσ ον λαβων ανοσ εβαλεν εισ κηπον εαυτου και ηυξησεν και εγενετο εισ δενδρον μεγα και τα πετινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου W ; ομοια εστιν κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εβαλεν εισ τον κηπον αυτου και ηυξησεν και εγενετο δενδρον και τα πετεινα του ουρανου κατεσκηνωσαν υπο τουσ κλαδουσ αυτου D ; ομοια εστιν κοκκωι σιναπεωσ ον λαβων ανθρωποσ εβαλεν εισ τον κηπον αυτου και ηυξησεν και εγενετο εισ δενδρον μεγα και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου U0001D513⁴⁵ ; ομοια εστιν κοκκω σιναπεωσ ον λαβων ανοσ εβαλεν εισ κηπον εαυτου και ηυξησεν και εγενετο εισ δενδρον και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου U0001D513⁷⁵ ; Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος, ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησεν, καὶ ἐγένετο εἰς δένδρον μέγα· καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. KJTR, RP ; Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησε, καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. ST (substitution)
20 Καὶ πάλιν εἶπεν, “Τίνι ὁμοιώσω τὴν Βασιλείαν τοῦ ˚Θεοῦ;
Καὶ πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; KJTR, SR, WH και παλιν ειπεν τινι ομοιωσω την βασιλειαν του θυ U0001D513⁴⁵, U0001D513⁷⁵, ℵ ; παλιν ειπεν τινι ομοιωσω την βασιλειαν του θυ A, W ; και παλι ειπεν τινι ομοιωσω την βασιλειαν του θυ B ; η τινι ομοια εστιν η βασιλεια του θυ και τινι ομοιωσω αυτην D ; Πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; RP ; ¶Καὶ πάλιν εἶπε, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ST (substitution)
21 Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα, γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.”
ενεκρυψεν ] ομοια εστιν ζυμηι ην λαβουσα γυνη εκρυψεν εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολο U0001D513⁴⁵ ; Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. ST ; ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. WH ; ομοια εστιν ζυμη ην λαβουσα γυνη ενεκρυψεν εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολον A, U0001D513⁷⁵, ℵ ; ομοια εστιν ζυμη ην λαβουσα γυνη εκρυψε εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολο B ; ομοια εστιν ζυμη ην λαβουσα γυνη ενεκρυψεν εισ αυτην ρου σατα τρια εωσ ζυμωθη ολη W ; ομοια εστιν ζυμη ην λαβουσα γυνη ενεκρυψεν εισ αλευρου σατα τρια εωσ ου ζυμωθη ολον D (substitution)
22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα.
¶Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα. SR, WH και διεπορευετο κατα πολισ και κωμασ διδασκω και ποριαν ποιουμενοσ εισ ιεροσολυμα ℵ ; και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και ποριαν ποιουμενοσ εισ ιλημ A ; και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και πορεια πορειαν ποιουμενοσ εισ εροσολυμα B ; και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και πορεια ποιουμενοσ εισ ιεροσολυμα Bc ; και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και ποριασ ποιουμενοσ εισ ιερουσαλημ W ; και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και πορειαν ποιουμενοσ εισ ιερουσαλημ D ; και διεπορευετο κατα πολεισ και κωμασ διδασκων την πορειαν ποιουμενοσ εισ ιεροσολυμα U0001D513⁴⁵ ; και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και πορειαν ποιουμενοσ εισ ιεροσολυμα U0001D513⁷⁵ ; Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας, διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. KJTR, RP, ST (substitution)
23 Εἶπεν δέ τις αὐτῷ, “˚Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι;” Ὁ δὲ εἶπεν πρὸς αὐτούς,
Εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σωζόμενοι; Ὁ δὲ εἶπεν πρὸς αὐτούς, KJTR, RP, SR, WH ειπεν δε τισ αυτω κε ει ολιγοι οι σωζομενοι ο δε ειπεν προσ αυτουσ A, B, U0001D513⁷⁵, ℵ ; ειπεν δε τισ αυτω κε ει ολειγοι οι σωζομενοι ο δε ειπεν προσ αυτουσ W ; ειπεν δε τισ αυτω κε ει ολιγοι εισιν οι σωζομενοι ο δε αποκριθεισ ειπεν D ; ειπεν δε τισ αυτωι κε ει ολιγοι οι σωζομενοι ο δε* ειπεν προσ αυτουσ U0001D513⁴⁵ ; ¶Εἶπε δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σωζόμενοι; Ὁ δὲ εἶπε πρὸς αὐτοὺς, ST (substitution)
24 “Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
“Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. SR, WH αγωνιζεσθαι εισελθιν δια τησ στενησ θυρασ οτι πολλοι λεγω υμι ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν ℵ ; αγωνιζεσθαι εισελθειν δια τησ στενησ πυλησ οτι πολλοι λεγω υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσι A ; αγωνιζεσθε εισελθει δια τησ στενησ θυρασ οτι πολλοι λεγω υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν B ; αγωνιζεσθαι εισελθειν δια τησ στενησ πυλησ οτι πολλοι ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν W ; αγωνιζεσθε εισελθειν δια τησ στενησ θυρασ οτι πολλοι λεγω υμειν ζητησουσιν εισελθειν και ουχ ευρησουσιν D ; αγωνιζεσθε +δια τησ στενησ θυρασ εισελθειν οτι πολλοι +λεγω +υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν U0001D513⁴⁵ ; αγωνιζεσθε εισελθειν δια τησ στενησ θυρασ οτι πολλοι λεγω υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν U0001D513⁷⁵ ; ¶Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης: ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν. KJTR, RP, ST (substitution)
25 Ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‘Κύριε, ἄνοιξον ἡμῖν’· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‘Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ.’
Ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‘Κύριε, ἄνοιξον ἡμῖν’· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‘Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ.’ SR, WH αφ ου αν ε|γερθη ο οικοδεσποτησ και αποκλιση την θυραν και αρξησθε a κρουειν την θυραν λεγοντεσ κε ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εστε ℵ ; αφ ου αν εγερθη ο οικοδεσποτησ και αποκλειση την θυρα και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντεσ κε κε ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εσται A ; αφ ου αν εγερθη ο οικοδεσποτησ και αποκλειση την θυραν |και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντεσ κε ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εστε B ; αφ ου αν εγερθη ο οικοδεσποτησ και αποκλειση την θυραν και αρξησθαι εξω εσταναι και κρουειν την θυραν λεγοντεσ κε κε ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εσται W ; αφ οτου αν ο οικοδεσποτησ εισελθη και αποκλειση την θυραν και αρξησθε εξω εσταναι και κρουειν λεγοντεσ κε κε ανοιξον ημειν και αποκριθεισ ερει υμειν ουκ οιδα υμασ ποθεν εστε D ; \0*την +θυραν λεγοντεσ κε* ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εστε P138 ; αφ ου αν εγερθη +ο οικοδεσποτησ και αποκλειση την θυραν*&0 U0001D513⁴⁵ ; αφ ου αν εγερθη ο δεσποτησ και αποκλειση την θυραν και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντεσ κε ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εστε U0001D513⁷⁵ ; Ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης, καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι, καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ: KJTR, RP, ST (omission)
26 Τότε ἄρξεσθε λέγειν, ‘Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.’
Τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. KJTR, RP, SR, ST, WH τοτε αρξησθαι λεγει εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατιαισ ημων εδιδαξασ ℵ ; τοτε αρξησθε λεγειν εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατιαισ ημων εδιδαξασ A ; τοτε αρξεσθε λεγειν εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατειαισ ημων εδιδαξασ B, P138 ; τοτε αρξησθαι λεγειν εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατιαισ ημων εδιδαξασ W ; τοτε αρξησθε λεγειν κε εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατειαισ ημων εδιδαξασ D ; τοτε αρξεσθε λεγει εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατειαισ ημων εδιδαξασ U0001D513⁷⁵ (substitution)
27 Καὶ ἐρεῖ, λέγων ὑμῖν, ‘Οὐκ οἶδα πόθεν ἐστέ· “ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ἐργάται ἀδικίας”.’
υμας ] και ερει υμιν ουκ οιδα υμασ ποθεν εστε αποστηται απ εμου πατεσ εργαται αδικιασ ℵ ; και ερει λεγω υμιν ουκ οιδα υμασ ποθεν εσται αποστητε απ εμου παντεσ οι εργαται τησ αδικειασ A ; και ερει λεγων υμιν ουκ οιδα ποθεν εστε αποστητε απ εμου παντεσ εργαται αδικιασ B, U0001D513⁷⁵c ; και ερει λεγω υμιν ουκ οιδα υμασ ποθεν εσται αποστητε απ εμου παντεσ εργατε τησ αδικειασ W ; και ερει λεγω υμειν ουδεποτε ειδον υμασ αποστητε απ εμου παντεσ εργαται ανομιασ D ; και ερει λεγων υμιν ουκ οιδα υμασ ποθεν εστε αποστητε απ εμου παντεσ εργαται τησ +αδικιασ P138 ; και ερει λεγω υμιν ουκ οιδα ποθεν εστε αποστητε απ εμου παντεσ εργαται αδικιασ U0001D513⁷⁵ ; και* *ερω υμιν ουκ οιδα υμασ ποθεν εστε υπαγετε απ εμου* *εργαται ανομιασ ClmP ; Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες οἱ ἐργάται τῆς ἀδικίας. KJTR, RP, ST (substitution)
28 Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προφήτας, ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προφήτας, ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. KJTR, RP, SR, ST, WH εκει εστε ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων οταν ιδητε αβρααμ και ισακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θυ υμασ δε εκβαλλομενουσ εξω ℵ ; εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων \οταν οψησθε αβρααμ και ισαακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια αυτου υμασ δε εκβαλλομενουσ εξω A ; εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντω οταν οψεσθε αβρααμ και ισαακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θυ υμασ δε εκβαλλομενουσ εξω B ; εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντω οταν οψησθε αβρααμ και ισαακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θυ υμασ δε εκβαλλομενουσ εξω Bc ; εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων οταν οψησθαι αβρααμ και ισαακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θυ υμασ δε εκβαλλομενουσ εξω W ; εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων οταν οψεσθαι αβρααμ και ισακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θυ υμασ δε εκβαλλομενουσ εξω D ; εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων οταν οψησθε αβρααμ και ισακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θυ υμασ δε εκβαλλομενουσ εξω P138 ; \εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων οταν οψησθε αβρααμ και ισαακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θυ υμασ δε εκβαλλομενουσ εξω U0001D513⁷⁵ (substitution)
29 Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.
και ηξουσιν απο ανατολων και δυσμω \και βορρα και νοτου και ανακλειθησονται εν τη βασιλεια του θυ W ; Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ ἀπὸ βορρᾶ, καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. KJTR, SR, ST, WH ; και ηξουσιν απο ανατολω και δυσμων και βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θυ ℵ ; και ηξουσιν απο ανατολων και δυσμων και βορρα και νοτου και ανακλειθησονται εν τη βασιλεια του θυ A, D ; και ηξουσιν απο ανατολων και δυσμω και απο βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θυ B ; και ηξουσιν απο ανατολων και δυσμων απο βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θυ P138, U0001D513⁷⁵ ; \1*ανακλιθησονται εν τηι βασιλεια του θυ U0001D513⁴⁵ ; Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. RP (omission)
30 Καὶ ἰδοὺ, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.”
και ιδου εισιν εσχατοι οι εσονται πρωτοι και εισιν πρωτοι οι εσονται εσχατοι A, B, KJTR, RP, SR, U0001D513⁷⁵c, W, WH και ιδου εισιν εσχατοι οι εσοται πρωτοι και εισιν πρωτοι οι εσοται εσχατοι ℵ ; και ειδου εισιν εσχατοι οι εσονται πρωτοι και εισιν πρωτοι οι εσονται εσχατοι D ; και ιδου εισιν* εσχατοι οι εσονται πρωτοι*&0 P138 ; και ιδου εισιν* εσχατοι οι εσονται πρωτοι και πρωτοι εισιν οι εσονται εσχατοι U0001D513⁴⁵ ; και ιδου εισιν οι εσχατοι οι εσονται πρωτοι και εισιν πρωτοι οι εσονται εσχατοι U0001D513⁷⁵ ; καὶ ἰδού εἰσιν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καί εἰσι πρῶτοι οἳ ἔσονται ἔσχατοι. ST (substitution)
31 Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, “Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.”
¶Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, “Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.” SR, WH εν αυτη τη ωρα προσηλθον τινεσ φαρισαιοι λεγοντεσ αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδησ θελει σε αποκτειναι A, ℵ ; εν αυτη τη ωρα προσηλθαν τινεσ φαρεισαιοι λεγοτεσ αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδησ θελει σε αποκτειναι B ; εν ταυτη τη ημερα προσηλθον τινεσ φαρισαιοι λεγοντεσ αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδησ σε θελει αποκτειναι W ; εν ταυτη τη ωρα προσηλθαν αυτω τινεσ των φαρισαιων λεγοντεσ εξελθε και πορευου εντευθεν οτι ηρωδησ ζητει σε αποκτειναι D ; εν αυτηι τηι ωρα προσηλθον τινεσ φαρεισαιοι +λεγοντεσ +αυτωι εξελθε και πορευου εντευθεν οτι ηρωδησ σε θελει αποκτειναι U0001D513⁴⁵ ; εν αυτη τη ωρα προσηλθαν τινεσ φαρισαιοι λεγοντεσ αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδησ σε θελει αποκτειναι U0001D513⁷⁵ ; ¶Ἐν αὐτῇ τῇ ἡμέρα προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν: ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι. KJTR, RP, ST (substitution)
32 Καὶ εἶπεν αὐτοῖς, “Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ‘Ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.’
Καὶ εἶπεν αὐτοῖς, “Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ‘Ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.’ SR, WH και ειπεν αυτοισ πορευθεντεσ ει|πατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ιασεισ αποτελω σημερον και αυριον και τη τριτη τελειουμαι U0001D513⁷⁵, ℵ ; και ειπεν αυτοισ πορευθεντεσ ειπατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ιασεισ επιτελω σημερον και αυριο και τη τριτη τελιουμαι A ; και ειπεν αυτοισ πορευθεντεσ ειπατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ιασεισ αποτελω σημερον και αυριον και τη τριτη ημε|ρα τελειουμαι B ; και ειπεν αυτοισ πορευθεντεσ ειπατε τη αλωπεκει ταυτη ιδου εκβαλλω δαιμονια και ιασεισ επιτελω σημερον και αυριον και τη τριτη τελιουμαι W ; και ειπεν αυτοισ πορευθεντεσ ειπατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ειασισ αποτελουμαι σημερον και αυριον και τη τριτη τελειουμαι D ; και ειπεν αυτοισ πορευθεντεσ ειπατε τηι αλωπεκι ταυτηι ιδου εκβαλλω δαιμονια και ιασεισ ποιουμαι και σημερον και αυριον και τηι τριτηι* τελειουμαι U0001D513⁴⁵ ; Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. KJTR, RP, ST (substitution)
33 Πλὴν δεῖ με, σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
πλην δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ B, KJTR, RP, SR, ST, WH πλην δει με σημερον και τη ερχομενη πορευεσθαι οτι ουκ ειστεχεται προφητην απολεσθαι εξω ιερουσαλημ ℵ ; πλην δει με σημερον και τη ερχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ ℵc ; πλη δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητη απολεσθαι εξω ιλημ A ; πλην δε με σημερον και αυριον και τη εχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ W ; πλην δει με σημερον και τη αυριον και τη ερχομενη πορευεσθαι οτι ουκ ενδεχεται απολεσθαι προτην εξω ιερουσαλημ D ; πλην δει με σημερον και τη αυριον και τη ερχομενη πορευεσθαι οτι ουκ ενδεχεται απολεσθαι προστην εξω ιερουσαλημ Dc ; πλην δει με σημερον και αυριον και τηι εχομενηι πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ U0001D513⁴⁵ ; πλην δει με σημερον και αυριον και τη ερχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιλημ U0001D513⁷⁵ (substitution)
34 Ἰερουσαλὴμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Ἰερουσαλήμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! KJTR, SR, ST, WH ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτον ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνιξ την εαυτου νοσσιαν υπο τασ πτερυγασ και ουκ ηθελησαται ℵ ; ιλημ ιλημ η αποκτεννουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτην ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνισ τα εαυτησ νοσσια υπο τασ πτερυγασ και ουκ ηθελησατε A ; ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτην ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνισ την εαυτησ νοσσιαν υπο τασ πτερυγασ και ουκ ηθελησατε B, U0001D513⁴⁵ ; ιερουσαλημ ιερουσαλημ η αποκτινουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτην ποσακεισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνιξ την εαυτησ νοσσιαν υπο τασ πτερυγασ και ουκ ηθελησατε W ; ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτη ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνιξ τα νοσσια αυτησ υπο τασ πτερυγασ και ουκ ηθελησατε D ; ιλημ ιλημ η αποκτεινουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτην ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνισ και ουκ ηθελησατε U0001D513⁷⁵ ; Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. RP (substitution)
35 Ἰδοὺ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. Λέγω δὲ ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως εἴπητε, ‘Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου.’”
ηξει οτε ] ιδου αφιεται υμιν ο οικοσ υμω λεγω υμιν ου μη ιδητε με εωσ αν ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ ℵ ; ιδου αφιετε υμιν ο οικοσ υμων λεγω δε υμιν οτι ου μη ιδητε με εωσ αν ηξει οτε ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ A ; ιδου αφιεται υμιν ο οικοσ υμω λεγω δε υμιν ου μη ιδητε με εωσ ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ B ; ιδου αφειεται υμιν ο οικοσ υμων λεγω δε υμιν οτι ου μη ιδηται με εωσ αν ηξοι οτε ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ W ; ιδου αφειεται υμιν ο οικοσ υμων λεγω δε υμιν οτι ου μη ιδηται με εωσ αν ηξει οτε ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ Wc ; ιδου αφιεται υμειν ο οικοσ υμων ερημοσ λεγω δε υμειν ου μη με ιδητε εωσ ηξει οτε ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ D ; ιδου αφιεται υμιν ο οικοσ υμων λεγω υμιν ου μη με ιδητε εωσ αν ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ U0001D513⁴⁵ ; ιδου αφιεται υμιν ο οικοσ υμων λεγω δε υμιν ου μη με ιδητε εωσ ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ U0001D513⁷⁵ ; Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος: ἀμὴν δὲ λέγω ὑμῖν, ὅτι Οὐ μή με ἴδητε ἕως ἄν ἥξῃ, ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. KJTR, ST ; Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξει, ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. RP (substitution)