1 Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
¶Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. KJTR, RP, SR, ST, WH αγε νυν οι πλουσιοι κλαυσατε ολολυζοντεσ επι ταισ ταλαιπωριεσ υμω ταισ επερχομεναισ υμιν ℵ ; αγε νυν οι λεγοντεσ κλαυσατε ολολυζοντεσ επι ταισ ταλαιπωριαισ υμων ταισ επερχομεναισ A ; αγε νυν οι πλουσιοι κλαυσατε ολολυζοντεσ επι ταισ ταλαιπωριαισ υμων ταισ επερχομεναισ Ac, B ; αγε νυν οι*&12 P100 (omission)
2 Ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν.
Ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν. KJTR, RP, SR, WH ο πλουτοσ υμων σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν ℵ ; ο πλουτοσ υμω σεσηπεν και τα ιματια υμω σητοβρωτα γεγονεν A ; ο πλουτοσ υμω σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν B ; ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ST (substitution)
3 Ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
Ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται· καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. KJTR, RP, SR, ST, WH |ο χρυσοσ υμων και ο αργυροσ κατιωται και ο ιοσ αυτων εισ μαρτυριον υμιν εστε και φαινετε τασ σαρκασ υμω ωσ πυρ εθησαυρισατε εν εσχαταισ ημεραισ ℵ ; ο χρυσοσ υμων κατιωται και ο αργυροσ και ο ιοσ αυτων εισ μαρτυριον υμιν εσται και φαγεται τασ σαρκασ υμων ο ιοσ ωσ πυρ εθησαυρισατε εν ημεραισ εσχαταισ A ; ο χρυσοσ υμω και ο αργυροσ κατειωται και ο ειοσ αυτων εισ μαρτυριον υμιν εσται και φαγεται τασ σαρκασ υμων ωσ πυρ εθαυρισατε εν εσχαταισ ημεραισ B (substitution)
4 Ἰδοὺ, ὁ μισθὸς τῶν ἐργατῶν, τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀφυστερημένος ἀφʼ ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων, εἰς τὰ ὦτα ˚Κυρίου Σαβαὼθ εἰσελήλυθαν.
απεστερημενος ] ιδου ο μισθοσ των εργατων των αμησαντων τασ χωρασ υμων ο αφυστερημενοσ αφ υμων κραζει και αι βοαι των θερισαντω εισ τα ωτα κυ σαβαωθ εισεληλυθασι ℵ ; ιδου ο μισθοσ των εργατων των αμησαντων τασ χωρασ υμων ο απεστερημενοσ αφ υμων κραζει και αι βοαι των θερισαντων εισ τα ωτα κυ σαβαωθ εισεληλυθεν A ; ιδου ο μισθοσ των εργατων των αμησαντων τασ χωρασ υμων ο αφυστερημενοσ αφ υμων κραζει και αι βοαι τω θερισαντων εισ τα ωτα κυ σαβαωθ εισεληλυθαν B ; Ἰδοὺ, ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφʼ ὑμῶν, κράζει: καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν. KJTR, RP, ST (substitution)
εισεληλυθασιν ] εισεληλυθαν (substitution)
5 Ἐτρυφήσατε ἐπὶ τῆς γῆς. Καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.
Ἐτρυφήσατε ἐπὶ τῆς γῆς. Καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς. SR, WH ετρυφησατε ενι τησ γησ και εσπαταλησατε εθρεψατε τασ καρδιασ υμω εν ημερα σφαγησ ℵ ; ετρυφησατε επι τησ γησ και εσπαταλησατε εθρεψατε τασ καρδιασ υμω εν ημερα σφαγησ ℵc ; ετρυφησατε επι τησ γησ εσπαταλησατε εθρεψατε τασ καρδιασ υμων εν ημεραισ σφαγησ A ; ετρυφησατε επι τησ γησ και εσπαταλησατε εθρεψατε τασ καρδιασ υμων εν ημερα σφαγησ B ; Ἐτρυφήσατε ἐπὶ τῆς γῆς, καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς. KJTR, RP, ST (substitution)
6 Κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον, οὐκ ἀντιτάσσεται ὑμῖν.
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ ˚Κυρίου. Ἰδοὺ, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
¶Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ ˚Κυρίου. Ἰδοὺ, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον. SR, WH μακροθυμησατε ουν αδελφοι εωσ τησ παρουσιασ του κυ ιδου ο γεωργοσ εκδεχεται τον τιμιον καρπον τησ γησ μακροθυμω επ αυτω εωσ αν λαβη καρπον τον προιμον και οψιμον ℵ ; μακροθυμησατε ουν αδελφοι εωσ τησ παρουσιασ του κυ ιδου ο γεωργοσ εκδεχεται τον τιμιον καρπον τησ γησ μακροθυμων επ αυτω εωσ λαβη υετον προιμον και οψιμον A ; μακροθυμησατε ουν αδελφοι εωσ τησ παρουσιασ του κυ ιδου ο γεωργοσ εκδεχετε τον τειμιον καρπον τησ γησ μακροθυμων επ αυτω εωσ λαβη προιμον και οψιμον B ; Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Ἰδοὺ, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτῷ, ἕως ἂν λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον. KJTR, ST ; ¶Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. Ἰδού, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτόν, ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον. RP (substitution)
8 Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ ˚Κυρίου ἤγγικεν.
Μακροθυμήσατε καὶ ὑμεῖς· στηρίξατε τὰς καρδίας ὑμῶν: ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικεν. KJTR, RP, SR, WH μακροθυμησατε ουν και υμισ στηριξατε τασ καρδιασ υμων οτι η παρουσια του κυ ηγγικεν ℵ ; μακροθυμησατε και υμεισ στηριξατε τασ καρδιασ υμω \οτι η παρουσια του κυ ηγγεικε A ; μακροθυμησατε |και υμεισ στηριξατε τασ καρδιασ υμων οτι η παρουσια του κυ ηγγικεν B ; μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. ST (substitution)
9 Μὴ στενάζετε, ἀδελφοί, κατʼ ἀλλήλων, ἵνα μὴ κριθῆτε. Ἰδοὺ, ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
Μὴ στενάζετε κατʼ ἀλλήλων, ἀδελφοὶ, ἵνα μὴ κατακριθῆτε· ἰδοὺ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ST ; Μὴ στενάζετε, ἀδελφοί, κατʼ ἀλλήλων, ἵνα μὴ κριθῆτε. Ἰδοὺ, ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. SR, WH ; μη στεναζετε κατα αλληλων αδελφοι ινα μη κριθητε ιδου ο κριτησ προ των θυρων ε\στηκεν ℵ ; μη στεναζετε αδελφοι μου κατ αλληλων ινα μη κριθητε ιδου ο κριτησ προ των θυρω εστηκεν A ; μη στεναζετε αδελφοι κατ αλληλω ινα μη κριθητε ιδου ο κριτησ προ των θυρω εστηκεν B ; Μὴ στενάζετε κατʼ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κατακριθῆτε: ἰδού, ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. KJTR ; Μὴ στενάζετε κατʼ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κριθῆτε· ἰδού, ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. RP (substitution)
10 Ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθείας, καὶ τῆς μακροθυμίας, τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν ὀνόματι ˚Κυρίου.
Ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθείας, καὶ τῆς μακροθυμίας, τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν ὀνόματι ˚Κυρίου. SR υποδι�μα λαβετε αδελφοι μου τησ καλοκαγαθιασ και τησ μακροθυμιασ τουσ προφητασ οι ελαλησαν εν ονοματι κυ ℵ ; υποδιγμα λαβετε αδελφοι μου τησ καλοκαγαθιασ και τησ μακροθυμιασ τουσ προφητασ οι ελαλησαν εν ονοματι κυ ℵc ; υποδειγμα αδελφοι τησ κακοπαθειασ και τησ μακροθυμιασ εχετε τουσ προφητασ οι ελαλησαν τω ονοματι κυ A ; υποδειγμα λαβετε αδελφοι τησ κακοπαθιασ και τησ μακροθυμιασ τουσ προφητασ οι ελαλησαν ε τω ονοματι κυ B ; Ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας, καὶ τῆς μακροθυμίας. Τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου, KJTR, RP ; Ὑπόδειγμα λάβετε τῆς κακοπαθείας, ἀδελφοί μου, καὶ τῆς μακροθυμίας, τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. ST ; ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου. WH (substitution)
11 Ἰδοὺ, μακαρίζομεν τοὺς ὑπομείναντας. Τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος ˚Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ ˚Κύριος καὶ οἰκτίρμων.
Ἰδοὺ, μακαρίζομεν τοὺς ὑπομείναντας. Τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος ˚Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ ˚Κύριος καὶ οἰκτίρμων. SR, WH ιδου μακαριζομεν τουσ υπομιναντασ τη υπομονην ιωβ ηκουσατε και το τελοσ κυ ειδετε οτι πολυσπλαγχνοσ εστιν ο κσ και οικτειρμων ℵ ; ιδου μακαριζομεν τουσ υπομειναντασ την υπομονην ιωβ ηκουσαται και το τελοσ κυ ιδετε οτι πολυσπλαγχνοσ εστιν ο κσ και οικτειρμων A ; ιδου μακαριζομεν τουσ υπομειναντασ την υπομονην ιωβ ηκουσατε και το τελοσ κυ ειδετε οτι πολυσπλαγχνοσ εστι κσ και οικτειρμων B ; Ἰδού, μακαρίζομεν τοὺς ὑπομένοντας. Τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε· ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος, καὶ οἰκτίρμων. KJTR, ST ; Ἰδού, μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου ἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν καὶ οἰκτίρμων. RP (substitution)
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ “Ναὶ”, ναὶ, καὶ τὸ “Οὒ”, οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
¶Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ “Ναὶ”, ναὶ, καὶ τὸ “Οὒ”, οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε. SR, WH προ παντων ουν αδελφοι μου μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκο ητω δε ο λογοσ υμων το ναι ναι και το ου ου ινα μη υπο κρισιν πεσητε ℵ ; προ παντων δε αδελφοι μου μη ομνυετε μητε τον ουνον μητε την γην μητε αλλον ορκον τινα ητω δε υμων το ναι ναι και το ου ου ινα μη υπο κρισιν πεσητε A ; προ παντων δε αδελφοι μου μη ομνυετε μητε τον ουρανο μητε την γην μητε αλλον τινα ορκον ητω δε υμων το ναι ναι και το ου ου ινα μη υπο κρισιν πεσητε B ; Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον: ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ· καὶ τὸ οὒ, οὔ· ἵνα μὴ εἰς ὑπὸ κρίσιν πέσητε. KJTR ; ¶Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανόν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὔ, οὔ· ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. RP, ST (substitution)
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω.
Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω. Εὐθυμεῖ τις; ψαλλέτω. KJTR, RP, SR, ST, WH κακοπαθει τισ εν υμιν προσευχεσθω ευθυμι τισ ψαλλετω ℵ ; κακοπαθει τισ εν υμιν προσευχεσθω ευθυμει τισ ψαλλετω A, B ; *ευθυμι τισ εν υμιν ψαλλετω AthA (substitution)
14 Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου.
αυτον ] ασθενι τισασ εν υμιν προσκαλεσασθω τουσ πρεσβυτερουσ τησ εκκλησιασ και προσευξασθωσαν επ αυτουσ αλιψαντεσ αυτον ελαιω εν τω ονοματι του κυ ℵ ; ασθενι τισ εν υμιν προσκαλεσασθω τουσ πρεσβυτερουσ τησ εκκλησιασ και προσευξασθωσαν επ αυτουσ αλιψαντεσ αυτον ελαιω εν τω ονοματι του κυ ℵc ; ασθενει τισ εν υμιν προσκαλεσασθω τουσ πρεσβυτερουσ τησ εκκλησιασ και προσευξασθωσαν επ αυτο αλιψαντεσ αυτον ελαιω εν τω ονοματι κυ A ; ασθενει τισ εν υμιν προσκαλεσασθω τουσ πρεσβυτερουσ τησ εκκλησιασ και προσευξασθωσαν επ αυτον αλειψαντεσ ελαιω ε τω ονοματι B ; ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόματι [τοῦ κυρίου]· WH (substitution)
15 Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ ˚Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. KJTR, RP, SR, ST, WH και η ευχη τησ πιστεωσ σωσει τον καμνοτα και εγερι αυτον ο κσ καν αμαρτιασ η πεποιηκωσ αφεθησεται αυτω ℵ ; και η ευχη τησ πιστεωσ σωσει τον καμνοντα και εγερει αυτον ο κσ καν αμαρτιασ η πεποιηκωσ αφεθησεται αυτω A ; και η ευχη τησ πιστεωσ σωσει το καμνοντα και εγερει αυτον ο κσ καν αμαρτιασ η πεποιηκωσ αφεθησεται αυτω B (substitution)
16 Ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας, καὶ προσεύχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
ευχεσθε ] εξομολογισθαι ου αλληλοισ τασ αμαρ|τιασ και ευχεσθαι υπερ αλληλων οπωσ ιαθητε πολυ ισχυει δεησισ δικαιου ενεργουμενη ℵ ; εξομολογεισθε ου αλληλοισ τασ αμαρτιασ και προσευχεσθαι υπερ αλληλων οπωσ ιαθητε πολυ ισχυι δεησεισ δικαιου ενεργουμενη A ; εξομολογεισθαι ουν αλληλοισ \τασ αμαρτιασ και προσευχεσθαι υπερ αλληλω οπωσ ιαθητε πολυ ισχυει δεησισ δικαιου ενεργουμενη B ; Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. KJTR, RP, ST (substitution)
17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς, ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ.
Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι: καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ. KJTR, RP, SR, ST ηλιασ ανθρωποσ ην ομοιοπαθησ ημιν και προσευχη προσηυξατο του μη βρεξαι και ουκ εβρεξεν επι τησ γησ ενιαυτουσ τρισ και μηνασ εξ ℵ ; ηλιασ ανοσ ην ομοιοπαθησ ημιν και προσευχη προσηυξατο του μη βρεξαι και ουκ εβρεξεν επι τησ γησ ενιαυτουσ τρεισ και μηνασ εξ A ; ηλειασ ανθρωποσ ην ομοιοπαθησ ημιν και προσευχη προσηυξατο του μη βρεξαι και ουκ εβρεξεν επι τησ γησ ενιαυτου τρεισ και μηνασ εξ B ; Ἠλείας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· WH (substitution)
18 Καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν, καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
Καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν, καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς. KJTR, RP, SR, WH και παλιν προσηυξατο και ο ουρανοσ εδωκεν τον υετον και η γη εβλαστησε τον καρπον αυτησ ℵ ; και παλιν προσηυξατο και ο ουνοσ εδωκεν υετον και η γη εβλαστησεν τον καρπο αυτησ A ; και παλιν προσηυξατο και ο ουρανοσ υετον εδωκεν και η γη εβλαστησεν τον καρπον αυτησ B ; καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὑτῆς. ST (substitution)
19 Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν,
¶Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, SR, WH αδελφοι μου εαν τισ εν υμιν πλανηθη απο τησ οδου τησ αληθιασ και επιστρεψη τισ αυτον ℵ ; αδελφοι μου εαν τισ εν υμιν πλανηθη απο τησ αληθειασ και επιστρεψη τισ αυτον A, B ; Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν· KJTR, RP, ST (substitution)
20 γινώσκετε ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
γινωσκετω ] γιγνωσκετω οτι ο επιστρεψασ αμαρτωλον εκ πλανησ οδου αυτου σωσει ψυχην αυτου εκ θανατου ϗ καλυψει πληθοσ αμαρτιων ℵ ; γινωσκετω οτι ο επιστρεψασ αμαρτωλον εκ πλανησ οδου αυτου σωσει την ψυχην αυτου εκ θανατου και καλυψει πληθοσ αμαρτιω A ; γεινωσκετε οτι ο επιστρεψασ αμαρτωλον εκ πλανησ οδου αυτου σωσει ψυχην εκ θανατου αυτου και καλυψει πληθοσ αμαρτιων B ; Γινωσκέτω, ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. KJTR, RP, ST (substitution)