Skip to content

Tobit (Sinaiticus recension) 6:13

Read in parallel →

καὶ εἶπεν δεδικαίωταί σοι λαβεῖν αὐτήν καὶ ἄκουσόν μου ἄδελφε καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων ποιήσομεν τὸν γάμον αὐτῆς καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ραγουηλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἢ ἐγγυᾶσθαι ἑτέρῳ ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον καὶ νῦν ἄκουσόν μου ἄδελφε καὶ λαλήσομεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ᾿ ἡμῶν εἰς τὸν οἶκόν σου