καὶ εἶπεν αὐτῷ ναί πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα κεῖνται γὰρ ἐν τῷ ὄρει