καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ νεανίσκε ὁ πατὴρ καλεῖ σε καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος καὶ εἶπεν αὐτῷ χαίρειν σοι πολλὰ γένοιτο καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ τί μοι ἔτι ὑπάρχει χαίρειν καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ ἀλλ᾿ ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω καὶ εἶπεν αὐτῷ θάρσει ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε θάρσει καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν καὶ δώσω σοι τὸν μισθόν σου ἄδελφε καὶ εἶπεν αὐτῷ δυνήσομαι πορευθῆναι μετ᾿ αὐτοῦ καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω