Skip to content

Tobit (Sinaiticus recension) 3:6

Read in parallel →

καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ᾿ ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ζῆν ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα καὶ λύπη πολλὴ μετ᾿ ἐμοῦ κύριε ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου κύριε ἀπ᾿ ἐμοῦ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς