καὶ ἀπεστάλη Ραφαηλ ἰάσασθαι τοὺς δύο Τωβιν ἀπολῦσαι τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἵνα ἴδῃ τοῖς ὀφθαλμοῖς τὸ φῶς τοῦ θεοῦ καὶ Σαρραν τὴν Ραγουηλ δοῦναι αὐτὴν Τωβια τῷ υἱῷ Τωβιθ γυναῖκα καὶ λῦσαι Ασμοδαιον τὸ δαιμόνιον τὸ πονηρὸν ἀπ᾿ αὐτῆς διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτὴν παρὰ πάντας τοὺς θέλοντας λαβεῖν αὐτήν ἐν ἐκείνῳ τῷ καιρῷ ἐπέστρεψεν Τωβιθ ἀπὸ τῆς αὐλῆς εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα ἡ τοῦ Ραγουηλ καὶ αὐτὴ κατέβη ἐκ τοῦ ὑπερῴου