καὶ λέγει μοι αὐτή δόσει δέδοταί μοι ἐπὶ τῷ μισθῷ καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδοῦναι τοῖς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν εἶτα ἀποκριθεῖσα λέγει μοι καὶ ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου ποῦ εἰσιν αἱ δικαιοσύναι σου ἰδὲ ταῦτα μετὰ σοῦ γνωστά ἐστιν