Skip to content

Tobit (Sinaiticus recension) 10:8

Read in parallel →

καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ εἰσῆλθεν πρὸς αὐτὸν Τωβιας καὶ εἶπεν ἐξαπόστειλόν με γινώσκω γὰρ ἐγὼ ὅτι πατήρ μου καὶ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι καὶ νῦν ἀξιῶ σε πάτερ ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν