Skip to content

Sirach (Ecclesiasticus) 26:28

Read in parallel →

ἐπὶ δυσὶ λελύπηται καρδία μου καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ ἔνδειαν καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν