Skip to content

Psalms 92

Ψαλμοί 92

Read in parallel →

1 εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ὅτε κατῴκισται γῆ αἶνος ᾠδῆς τῷ Δαυιδ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται

2 ἕτοιμος θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ

3 ἐπῆραν οἱ ποταμοί κύριε ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν

4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοῖς κύριος

5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερῶν