Skip to content

Psalms 120

Ψαλμοί 120

Read in parallel →

1 ᾠδὴ τῶν ἀναβαθμῶν ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει βοήθειά μου

2 βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν

3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξῃ φυλάσσων σε

4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ισραηλ

5 κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου

6 ἡμέρας ἥλιος οὐ συγκαύσει σε οὐδὲ σελήνη τὴν νύκτα

7 κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ φυλάξει τὴν ψυχήν σου

8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος