Skip to content

Psalms 112

Ψαλμοί 112

Read in parallel →

1 αλληλουια αἰνεῖτε παῖδες κύριον αἰνεῖτε τὸ ὄνομα κυρίου

2 εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος

3 ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου

4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη κύριος ἐπὶ τοὺς οὐρανοὺς δόξα αὐτοῦ

5 τίς ὡς κύριος θεὸς ἡμῶν ἐν ὑψηλοῖς κατοικῶν

6 καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ

7 ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα

8 τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων μετὰ ἀρχόντων λαοῦ αὐτοῦ

9 κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην