Skip to content

Judges (Alexandrinus A-text) 19:29

Κριταί (Α) 19:29

Read in parallel →

καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τῆς παλλακῆς αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστᾶ αὐτῆς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς φυλὰς Ισραηλ