Skip to content

Job 25

Ἰώβ 25

Read in parallel →

1 ὑπολαβὼν δὲ Βαλδαδ Σαυχίτης λέγει

2 τί γὰρ προοίμιον φόβος παρ᾿ αὐτοῦ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ

3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ

4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός

5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ

6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ