Parallel
Wisdom of Solomon 16
Swete's Septuagint · Berean Standard Bible
καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος· οὐχ ἁμαρτησόμεθα, εἰδότες ὅτι σοὶ λελογίσμεθα.
—
οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια, οὐδὲ σκιαγράφων πόνος ἄκαρπος, εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις·
—
Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἕκαστου· ἀλλʼ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία, πάνθʼ ὁμοίως· τούτων δέ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός·
—
καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ, ὃς πρὸ μικροῦ ἐκ γῆς γενηθεὶς μετʼ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμφθη. τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.
—
ἀλλ᾿ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν, οὐδʼ ὅτι βραχυτελῆ βίον ἔχει. ἀλλʼ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις. χαλκοπλάστας τε μιμεῖται, καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.
—
σ ποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ,
—
ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῖσαν καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν·
—
ἀλλ᾿ ἐλογίσατο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ, δεῖν γάρ φησιν ὅθεν δὴ κἂν ἐκ κακοῦ πορίζειν.
—
οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει, ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
—
πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπέρ ψυχὴν νηπίου, οἱ ἐχθροὶ τοῦ λαοῦ σου οἱ καταδυναστεύσαντες αὐτόν.
—
ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς, οἶς οὔτε ὀμμάτων χρῆσις εἰς ὄρασιν, οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος, οδτε ὤτα ἀκούειν, οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν, καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
—
ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς, καὶ τὸ πνεῦμα δεδανισμένος ἔπλασεν αὐτούς· οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν·
—
θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις· κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ, ὧν αὐτὸς μέν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
—
οὐδ᾿ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει, ἐκπέφευγεν δέ καὶ τὸν τοῦ θεοῦ ἔπαινον κοίτὴν εὐλογίαν οὐ
—