Parallel
Tobit 5
Swete's Septuagint · Berean Standard Bible
καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν αὐτῷ (⁴)Ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ, καὶ λάβε πορευθεὶς τὸ ἀργύριον.
—
καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθήναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδείας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων ;
—
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.
—
Καὶ εἰσελθὼν εἶπεν τῷ πατρί Ἰδοὺ εὕρηκα ὃς συνπορεύσεταί μοι. ὁ δὲ εἶπεν Φώνησον αὐτὸν πρὸς μέ, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν, καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ.
—
καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς, ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβείτ Βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα.
—
καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις, ἀδελφέ· καὶ μὴ μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλὴν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ἀνανίαν καὶ Ἰαθὰν τοὺς υἱοὺς Σεμεοῦ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἰεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν· ἐκ ῥίζης καλῆς εἶ. ἀδελφέ.
—
ἀλλ᾿ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι; δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου;
—
εὐδόκησαν οὕτως· καὶ εἶπεν πρὸς Τωβίαν Ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν· καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ Πορεύου μετὰ τοῦ ἀνθρώπου· ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συνπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν, καὶ ὁ κύων τοῦ παιδαρίου μετʼ αὐτῶν.
—
Ἔκλαυσεν δὲ Ἄννα ἡ μήτηρ αὐτοῦ, καὶ εἶπεν πρὸς Γωβείτ Τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ; ἤ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν;
—
καὶ εἶπεν αὐτῇ Τωβείτ Μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν.
—
ἄγγελος γὰρ ἀγαθὸς συνπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.
—