Skip to content

Parallel

Tobit 3

Swete's Septuagint · Berean Standard Bible

3:1
Καὶ λυπηθεὶς ἔκλαυσα, καὶ προσευξάμην μετʼ ὀδύνης (²)λέγων
3:2
Δίκαιος εἶ, Κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.
3:3
μνήσθητί μου καὶ ἐπίβλεψον ἐπʼ ἐμέ· μὴ ἐκδικῇς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου.
3:4
παρήκουσαν γὰρ τῶν ἐντολῶν σου· ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἐσκορπίσμεθα.
3:5
καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναί, ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθεία ἐνώπιόν σου.
3:6
καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετʼ ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ· διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἡ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης δή εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ.
3:7
Ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ῥαγουὴλ Σάρρᾳ ἐν Ἐκβατάνοις τῆς Μηδείας, καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς,
3:8
ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ἀσμόδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετʼ αὐτῆς ὡς ἐν γυναιξίν· (9)καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες. καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης.
3:9
τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθανον, βάδιζε μετʼ αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ἡ θυγατέρα εἰς τὸν αἰῶνα.
ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι· καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἔσται, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετʼ ὀδύνης εἰς ἄδου.
καὶ ἐδεήθη πρὸς τῆ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, Κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
καὶ νῦν, Κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα.
εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.
σὺ γινώσκεις, Κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας καὶ ἀνδρός,
καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱὸς ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπʼ ἐμὲ καὶ ἐλεῆσαί με, καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.
Καὶ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ῥαφαήλ,
καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ Τωβεὶτ λεπίσαι τὰ λευκώματα, καὶ Σάρραν τὴν τοῦ Ῥαγουὴλ δοῦναι Τωβίᾳ τῷ υἱῷ Τωβεὶτ γυναῖκα, καὶ δῆσαι Ἀσμόδαυν τὸ πονηρὸν δαιμόνιον, διότι Τωβίᾳ ἐπιβάλλει κληρονομῆσαι αὐτήν. ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβεὶτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Σάρρα ἡ τοῦ Ῥαγουὴλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.