Parallel
Tobit 11
Swete's Septuagint · Berean Standard Bible
Μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβείας εὐλογῶν τὸν θεὸν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ῥαγουὴλ καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ· (¹)καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτὸν εἰς Νινευή.
—
καὶ προσενόησεν αὐτὸν ἐρχόμενον· εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετʼ αὐτοῦ.
—
σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε.
—
Καὶ προσδραμοῦσα Ἅννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. (11)καὶ ἔκλαυσαν ἀμφότεροι.
—
καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ, καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων Θάρσει, πάτερ.
—
καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ,
—
καὶ ἔκλαυσεν καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοι ἄγγελοί σου,
—
ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με· ἰδοὺ βλέπω Γωβείαν τὸν υἱόν μου. (18)καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων, (19)καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδείᾳ.
—
Καὶ ἐξῆλθεν Γωβείας εἰς συνόντησιν τῇ νύμφη αὐτοῦ, χαίρων καὶ εὐλογῶν τὸν θεόν, πρὸς τῆ πύλῃ Νινευή. καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψεν·
—
καὶ Τωβεὶτ ἐξαωμολογεῖτο ἐνώπιον αὐτοῦ ὅτι ἡλέηκεν αὐτοὺς ὁ θεός. καὶ ὡς ἤγγσεν Τωβεὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων Ἔλθοις ὑγιαίνουσα, θύγατερ· εὐλογητὸς ὁ θεός, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου. (20) καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευὴ ἀδελφοῖς αὐτοῦ.
—