ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ᾿ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων
—
τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς
—
ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ
—
ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις
—
καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ
—
ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ᾿ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου
—
ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον
—
μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα
—
θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ
—
ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός
—
πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει
—
πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται
—
χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
—
ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν
—
ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους καὶ ῥίζαι ἀκάθαρτοι ἐπ᾿ ἀκροτόμου πέτρας
—
ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται
—
χάρις ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ
—
ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν
—
τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται
—
οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας
—
αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα
—
χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου
—
φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός
—
ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται
—
χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται
—
χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν
—
φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν
—
τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν
—
ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται
—
ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται
—