ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς
—
ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως
—
εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας
—
μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός πάντα γὰρ ταῦτα χάριν ἐντολῆς
—
προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου
—
θυσία ἀνδρὸς δικαίου δεκτή καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται
—
ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου
—
ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην
—
δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾿ εὕρεμα χειρός
—
ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι
—
μὴ δωροκόπει οὐ γὰρ προσδέξεται καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ
—
ὅτι κύριος κριτής ἐστιν καὶ οὐκ ἔστιν παρ᾿ αὐτῷ δόξα προσώπου
—
οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται
—
οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν
—
οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά
—
θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει
—
προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν καὶ ἕως συνεγγίσῃ οὐ μὴ παρακληθῇ
—
καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν
—
καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ᾿ αὐτοῖς
—
ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν
—
ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει
—
ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν
—
ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ
—
ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας
—