τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν ἀλλ᾿ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται
—
ἀνὴρ σοφὸς οὐ μισήσει νόμον ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον
—
ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων
—
ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ σύνδησον παιδείαν καὶ ἀποκρίθητι
—
τροχὸς ἁμάξης σπλάγχνα μωροῦ καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ
—
ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει
—
διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾿ ἡλίου
—
ἐν γνώσει κυρίου διεχωρίσθησαν καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς
—
ἀπ᾿ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν
—
καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους καὶ ἐκ γῆς ἐκτίσθη Αδαμ
—
ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν
—
ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ᾿ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν
—
ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ
—
ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός
—
καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου δύο δύο ἓν κατέναντι τοῦ ἑνός
—
κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν
—
ἐν εὐλογίᾳ κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν
—
κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν
—
ἀκούσατέ μου μεγιστᾶνες λαοῦ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε
—
υἱῷ καὶ γυναικί ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν
—
ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί
—
κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου
—
ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου
—
ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν
—
χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ
—
ἔργασαι ἐν παιδί καὶ εὑρήσεις ἀνάπαυσιν ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν
—
ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι
—
ἔμβαλε αὐτὸν εἰς ἐργασίαν ἵνα μὴ ἀργῇ πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία
—
εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ κἂν μὴ πειθαρχῇ βάρυνον τὰς πέδας αὐτοῦ
—
καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν
—
εἰ ἔστιν σοι οἰκέτης ἔστω ὡς σύ ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν
—
εἰ ἔστιν σοι οἰκέτης ἄγε αὐτὸν ὡς ἀδελφόν ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ
—
ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν
—