λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ
—
βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα
—
αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου θυγάτηρ δὲ ἐπ᾿ ἐλαττώσει γίνεται
—
θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος
—
πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται
—
μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας
—
συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου
—
διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ καὶ ἐπὶ συντελείᾳ ἐρεῖ τί ἐστιν
—
ἐπὶ νεκρῷ κλαῦσον ἐξέλιπεν γὰρ φῶς καὶ ἐπὶ μωρῷ κλαῦσον ἐξέλιπεν γὰρ σύνεσιν ἥδιον κλαῦσον ἐπὶ νεκρῷ ὅτι ἀνεπαύσατο τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά
—
πένθος νεκροῦ ἑπτὰ ἡμέραι μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ
—
μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ᾿ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ ἔκκλινον ἀπ᾿ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ
—
ὑπὲρ μόλιβον τί βαρυνθήσεται καὶ τί αὐτῷ ὄνομα ἀλλ᾿ ἢ μωρός
—
ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον
—
ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει
—
καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ
—
χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ
—
ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν
—
βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν
—
ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν μὴ ἀφελπίσῃς ἔστιν γὰρ ἐπάνοδος
—
ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα μὴ εὐλαβηθῇς ἔστιν γὰρ διαλλαγή πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος
—
πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς
—
πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός οὕτως πρὸ αἱμάτων λοιδορίαι
—
φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ
—
καὶ εἰ κακά μοι συμβήσεται δι᾿ αὐτόν πᾶς ὁ ἀκούων φυλάξεται ἀπ᾿ αὐτοῦ
—
τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον ἵνα μὴ πέσω ἀπ᾿ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με
—