Τέκνον, ἥμαρτες μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.
—
ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας· ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε· (3)ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς, ἀναιροῦντες ψυχὰς ἀνθρώπων.
—
ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.
—
καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον, οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται.
—
δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.
—
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
—
γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν.
—
ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα.
—
στιππύον συνηγμένον συναγααωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.
—
ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων, καὶ ἐπʼ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου.
—
ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, (13)καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία.
—
12οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος· (15)ἔστιν πανουργία πληθύνουσα πικρίαν.
—
γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται, καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.
—
ἔγκατα μωροῦ ὡς ἅγγιον συντετριμμένον, καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
—
λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπʼ αὐτὸν προσθήσει· ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
—
ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
—
στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ. καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσεται ἐν καρδίᾳ.
—
ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.
—
πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία, καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
—
μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.
—
ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία, καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.
—
ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώἄφρων
—
ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν, ἀνήρ δὲ πεπαιδευμένος ἔξω στήσεται.
—
ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ.
—
χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.
—
ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοφῶν στόμα αὐτῶν.
—
ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
—
μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων. καὶ ἐν παροικήσει μισηθήσεται.
—