ἐργάτης μέθυσος οὐ πλουτισθήσεται ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται
—
οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται
—
σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται
—
ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει
—
ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται
—
καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ
—
μηδέποτε δευτερώσῃς λόγον καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ
—
ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ καὶ εἰ μή ἐστίν σοι ἁμαρτία μὴ ἀποκάλυπτε
—
ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε καὶ ἐν καιρῷ μισήσει σε
—
ἀκήκοας λόγον συναποθανέτω σοι θάρσει οὐ μή σε ῥήξει
—
ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα
—
βέλος πεπηγὸς ἐν μηρῷ σαρκός οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ
—
ἔλεγξον φίλον μήποτε οὐκ ἐποίησεν καὶ εἴ τι ἐποίησεν μήποτε προσθῇ
—
ἔλεγξον τὸν πλησίον μήποτε οὐκ εἶπεν καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώσῃ
—
ἔλεγξον φίλον πολλάκις γὰρ γίνεται διαβολή καὶ μὴ παντὶ λόγῳ πίστευε
—
ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ
—
ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου
—
πᾶσα σοφία φόβος κυρίου καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου
—
καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις
—
ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ
—
κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον
—
ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα
—
ἔστιν πονηρευόμενος συγκεκυφὼς μελανίᾳ καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου
—
συγκρύφων πρόσωπον καὶ ἐθελοκωφῶν ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε
—
καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν ἐὰν εὕρῃ καιρόν κακοποιήσει
—
ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων
—
στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ
—