μακάριος ἀνήρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν
—
μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ
—
ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα
—
ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι
—
ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ
—
τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ
—
κἂν εὖ ποιῇ ἐν λήθῃ ποιεῖ καὶ ἐπ᾿ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ
—
πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς
—
πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν
—
ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ᾿ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ
—
τέκνον καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε
—
μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι
—
πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ
—
μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω
—
οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου
—
δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν
—
πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται ἡ γὰρ διαθήκη ἀπ᾿ αἰῶνος θανάτῳ ἀποθανῇ
—
ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτᾷ ἑτέρα δὲ γεννᾶται
—
πᾶν ἔργον σηπόμενον ἐκλείπει καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ᾿ αὐτοῦ ἀπελεύσεται
—
μακάριος ἀνήρ ὃς ἐν σοφίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται
—
ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται
—
ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε
—
ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται
—
ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς
—
στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν
—
θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται
—
σκεπασθήσεται ὑπ᾿ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει
—