πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν
—
καὶ τῶν ἄλλων τῶν κατ᾿ αὐτοὺς ἠκολουθηκότων δεδομένων
—
ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας
—
καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι
—
ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι
—
καὶ λέγοντας καὶ γράφοντας
—
ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς
—
καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν
—
καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος
—
προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων
—
ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
—
πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως
—
μετ᾿ εὐνοίας καὶ προσοχῆς
—
τὴν ἀνάγνωσιν ποιεῖσθαι
—
τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν
—
αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν
—
ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι
—
καὶ τὰ λοιπὰ τῶν βιβλίων
—
οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα
—
ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως
—
παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας
—
εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον
—
ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον
—
πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος
—
ἐν τῷ διαστήματι τοῦ χρόνου
—
πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι
—
καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν
—
προκατασκευαζομένους τὰ ἤθη
—