Skip to content

Parallel

Revelation 4

CNTR Statistical Restoration · Berean Standard Bible

4:1
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ, θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ λέγων, “Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.”
After this I looked and saw a door standing open in heaven. And the voice I had previously heard speak to me like a trumpet was saying, “Come up here, and I will show you what must happen after these things.”
4:2
Εὐθέως ἐγενόμην ἐν ˚Πνεύματι, καὶ ἰδοὺ, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
At once I was in the Spirit, and I saw a throne standing in heaven, with someone seated on it.
4:3
καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ, ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ.
The One seated there looked like jasper and carnelian, and a rainbow that gleamed like an emerald encircled the throne.
4:4
Καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς εἴκοσι τέσσαρας θρόνους πρεσβυτέρους καθημένους, περιβεβλημένους ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
Surrounding the throne were twenty-four other thrones, and on these thrones sat twenty-four elders dressed in white, with golden crowns on their heads.
4:5
Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταί. Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εστιν τὰ ἑπτὰ πνεύματα τοῦ ˚Θεοῦ·
From the throne came flashes of lightning, rumblings, and peals of thunder. Before the throne burned seven torches of fire. These are the seven spirits (note: Or This is the sevenfold Spirit) of God.
4:6
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου, τέσσαρα ζῷα, γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
And before the throne was something like a sea of glass, as clear as crystal. In the center, around the throne, were four living creatures, covered with eyes in front and back.
4:7
Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
The first living creature was like a lion, the second like a calf, the third had a face like a man, and the fourth was like an eagle in flight.
4:8
Καὶ τὰ τέσσαρα ζῷα, ἓν καθʼ ἓν αὐτῶν, ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, “‘Ἅγιος, Ἅγιος, Ἅγιος, ˚Κύριος ὁ ˚Θεός ὁ Παντοκράτωρ’, ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος.”
And each of the four living creatures had six wings and was covered with eyes all around and within. Day and night they never stop saying: “Holy, Holy, Holy, is the Lord God Almighty, who was and is and is to come!”
4:9
Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν, καὶ τιμὴν, καὶ εὐχαριστίαν, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
And whenever the living creatures give glory, honor, and thanks to the One seated on the throne, who lives forever and ever,
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,
the twenty-four elders fall down before the One seated on the throne, and they worship Him who lives forever and ever. They cast their crowns before the throne, saying:
“Ἄξιος εἶ, ὁ ˚Κύριος καὶ ὁ ˚Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν, καὶ ἐκτίσθησαν.”
“Worthy are You, our Lord and God, to receive glory and honor and power, for You created all things; by Your will they exist and were created.”