Skip to content

Parallel

Psalms 27

Rahlfs Septuagint (1935) · Berean Standard Bible

τοῦ Δαυιδ πρὸς σέ κύριε ἐκέκραξα ὁ θεός μου μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ μήποτε παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
28:1 Of David. To You, O LORD, I call; be not deaf to me, O my Rock. For if You remain silent, I will be like those descending to the Pit.
εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου
28:2 Hear my cry for mercy when I call to You for help, when I lift up my hands toward Your holy sanctuary (note: Or Your innermost sanctuary or Your Most Holy Place).
μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν
28:3 Do not drag me away with the wicked, and with the workers of iniquity, who speak peace to their neighbors while malice is in their hearts.
δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς
28:4 Repay them according to their deeds and for their works of evil. Repay them for what their hands have done; bring back on them what they deserve.
ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς
28:5 Since they show no regard for the works of the LORD or what His hands have done, He will tear them down and never rebuild them.
εὐλογητὸς κύριος ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου
28:6 Blessed be the LORD, for He has heard my cry for mercy.
κύριος βοηθός μου καὶ ὑπερασπιστής μου ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ
28:7 The LORD is my strength and my shield; my heart trusts in Him, and I am helped. Therefore my heart rejoices, and I give thanks to Him with my song.
κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν
28:8 The LORD is the strength of His people, a stronghold of salvation for His anointed.
σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος
28:9 Save Your people and bless Your inheritance; shepherd them and carry them forever.