Skip to content

Parallel

Psalms of Solomon 3

Rahlfs Septuagint (1935) · Berean Standard Bible

3:1
ἵνα τί ὑπνοῖς ψυχή καὶ οὐκ εὐλογεῖς τὸν κύριον ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ
3:2
ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας
3:3
δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου
3:4
οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου
3:5
προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ
3:6
ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ᾿ ἁμαρτίαν
3:7
ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ
3:8
ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς αὐτοῦ καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ
3:9
προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός
προσέθηκεν ἁμαρτίας ἐφ᾿ ἁμαρτίας τῇ ζωῇ αὐτοῦ ἔπεσεν ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ καὶ οὐκ ἀναστήσεται
ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα καὶ οὐ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους
αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι