Parallel
Psalms of Solomon 15
Rahlfs Septuagint (1935) · Berean Standard Bible
ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα κυρίου εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ιακωβ καὶ ἐσώθην ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ ὁ θεός
—
τίς γὰρ ἰσχύει ὁ θεός εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθείᾳ καὶ τί δυνατὸς ἄνθρωπος εἰ μὴ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
—
ψαλμὸν καινὸν μετὰ ᾠδῆς ἐν εὐφροσύνῃ καρδίας καρπὸν χειλέων ἐν ὀργάνῳ ἡρμοσμένῳ γλώσσης ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας
—
ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κακοῦ φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ
—
λιμὸς καὶ ῥομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων
—
καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήμψονται καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα κυρίου
—
καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος καὶ αἱ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ᾅδου κάτω
—
ἡ κληρονομία αὐτῶν οὐχ εὑρεθήσεται τοῖς τέκνοις αὐτῶν αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν
—
καὶ ἀπολοῦνται ἁμαρτωλοὶ ἐν ἡμέρᾳ κρίσεως κυρίου εἰς τὸν αἰῶνα ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτοῦ
—
οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν καὶ ἁμαρτωλοὶ ἀπολοῦνται εἰς τὸν αἰῶνα χρόνον
—