ψαλμὸς τῷ Δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ
—
ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ
—
ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν
—
ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε
—
ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ
—
ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου
—
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ
—
ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται
—
ὅτι ἥκει κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι
—